G1691 — 235 wystąpień
G1691 · ἐμέ (eme) · me — ἐγώ , genitive, etc., ἐμοῦ, ἐμοί, ἐμέ (enclitic μου, μοι, με), pl. ἡμεῖς, -ῶν, -ῖν, -ᾶς, ; of person(s) pron. ; I . ; __(a) The nom. is usually emphatic, when expressed as subjc, as in Mat.3:11 , Mrk.1:8 , Luk.3:16 , al. But often there is… [STEPBible CC BY]
Rdz 18Lb 2Pwt 3Joz 1Sdz 71 Sm 152 Sm 81 Krl 62 Krl 71 Krn 1Ezd 4Ne 3Tb 2Est 32 Mch 2Hi 17Ps 57Prz 5Koh 2Pnp 2Mdr 1Iz 15Jr 23Lm 3Ez 16Dn 2Oz 3Jon 2So 2Za 1Ml 2
-
Rdz 19,19
LXX · RP.AS
ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου ὃ ποιεῖς ἐπ᾿ ἐμέ τοῦ ζῆν τὴν ψυχήν μου ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω -
Rdz 20,6
LXX · RP.AS
εἶπεν δὲ αὐτῷ ὁ θεὸς καθ᾿ ὕπνον κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο καὶ ἐφεισάμην ἐγώ σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς -
Rdz 20,9
LXX · RP.AS
καὶ ἐκάλεσεν Αβιμελεχ τὸν Αβρααμ καὶ εἶπεν αὐτῷ τί τοῦτο ἐποίησας ἡμῖν μή τι ἡμάρτομεν εἰς σέ ὅτι ἐπήγαγες ἐπ᾿ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην ἔργον ὃ οὐδεὶς ποιήσει πεποίηκάς μοι -
Rdz 20,11
LXX · RP.AS
εἶπεν δὲ Αβρααμ εἶπα γάρ ἄρα οὐκ ἔστιν θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου -
Rdz 20,13
LXX · RP.AS
ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με ὁ θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ εἶπα αὐτῇ ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ᾿ ἐμέ εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ εἰπὸν ἐμὲ ὅτι ἀδελφός μού ἐστιν -
Rdz 20,13
LXX · RP.AS
ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με ὁ θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ εἶπα αὐτῇ ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ᾿ ἐμέ εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ εἰπὸν ἐμὲ ὅτι ἀδελφός μού ἐστιν -
Rdz 22,12
LXX · RP.AS
καὶ εἶπεν μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ -
Rdz 22,16
LXX · RP.AS
λέγων κατ᾿ ἐμαυτοῦ ὤμοσα λέγει κύριος οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ -
Rdz 24,27
LXX · RP.AS
καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεὸς τοῦ κυρίου μου Αβρααμ ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου ἐμὲ εὐόδωκεν κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου -
Rdz 27,13
LXX · RP.AS
εἶπεν δὲ αὐτῷ ἡ μήτηρ ἐπ᾿ ἐμὲ ἡ κατάρα σου τέκνον μόνον ὑπάκουσον τῆς φωνῆς μου καὶ πορευθεὶς ἔνεγκέ μοι -
Rdz 33,13
LXX · RP.AS
εἶπεν δὲ αὐτῷ ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ᾿ ἐμέ ἐὰν οὖν καταδιώξω αὐτοὺς ἡμέραν μίαν ἀποθανοῦνται πάντα τὰ κτήνη -
Rdz 34,30
LXX · RP.AS
εἶπεν δὲ Ιακωβ Συμεων καὶ Λευι μισητόν με πεποιήκατε ὥστε πονηρόν με εἶναι πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν ἔν τε τοῖς Χαναναίοις καὶ τοῖς Φερεζαίοις ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ καὶ συναχθέντες ἐπ᾿ ἐμὲ συγκόψουσίν με καὶ ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἶκός μου -
Rdz 39,8
LXX · RP.AS
ὁ δὲ οὐκ ἤθελεν εἶπεν δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ εἰ ὁ κύριός μου οὐ γινώσκει δι᾿ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ καὶ πάντα ὅσα ἐστὶν αὐτῷ ἔδωκεν εἰς τὰς χεῖράς μου -
Rdz 41,10
LXX · RP.AS
Φαραω ὠργίσθη τοῖς παισὶν αὐτοῦ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν -
Rdz 41,13
LXX · RP.AS
ἐγενήθη δὲ καθὼς συνέκρινεν ἡμῖν οὕτως καὶ συνέβη ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου ἐκεῖνον δὲ κρεμασθῆναι -
Rdz 42,36
LXX · RP.AS
εἶπεν δὲ αὐτοῖς Ιακωβ ὁ πατὴρ αὐτῶν ἐμὲ ἠτεκνώσατε Ιωσηφ οὐκ ἔστιν Συμεων οὐκ ἔστιν καὶ τὸν Βενιαμιν λήμψεσθε ἐπ᾿ ἐμὲ ἐγένετο πάντα ταῦτα -
Rdz 42,36
LXX · RP.AS
εἶπεν δὲ αὐτοῖς Ιακωβ ὁ πατὴρ αὐτῶν ἐμὲ ἠτεκνώσατε Ιωσηφ οὐκ ἔστιν Συμεων οὐκ ἔστιν καὶ τὸν Βενιαμιν λήμψεσθε ἐπ᾿ ἐμὲ ἐγένετο πάντα ταῦτα -
Rdz 47,29
LXX · RP.AS
ἤγγισαν δὲ αἱ ἡμέραι Ισραηλ τοῦ ἀποθανεῖν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ Ιωσηφ καὶ εἶπεν αὐτῷ εἰ εὕρηκα χάριν ἐναντίον σου ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ᾿ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ -
Lb 11,11
LXX · RP.AS
καὶ εἶπεν Μωυσῆς πρὸς κύριον ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ᾿ ἐμέ -
Lb 14,35
LXX · RP.AS
ἐγὼ κύριος ἐλάλησα ἦ μὴν οὕτως ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνεσταμένῃ ἐπ᾿ ἐμέ ἐν τῇ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται -
Pwt 1,17
LXX · RP.AS
οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστιν καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ᾖ ἀφ᾿ ὑμῶν ἀνοίσετε αὐτὸ ἐπ᾿ ἐμέ καὶ ἀκούσομαι αὐτό -
Pwt 3,26
LXX · RP.AS
καὶ ὑπερεῖδεν κύριος ἐμὲ ἕνεκεν ὑμῶν καὶ οὐκ εἰσήκουσέν μου καὶ εἶπεν κύριος πρός με ἱκανούσθω σοι μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον -
Pwt 18,15
LXX · RP.AS
προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι κύριος ὁ θεός σου αὐτοῦ ἀκούσεσθε -
Joz 2,14
LXX · RP.AS
καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες ἡ ψυχὴ ἡμῶν ἀνθ᾿ ὑμῶν εἰς θάνατον καὶ αὐτὴ εἶπεν ὡς ἂν παραδῷ κύριος ὑμῖν τὴν πόλιν ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν -
Sdz 7,2
LXX · RP.AS
καὶ εἶπεν κύριος πρὸς Γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν μήποτε καυχήσηται Ισραηλ ἐπ᾿ ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με -
Sdz 12,3
LXX · RP.AS
καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Αμμων καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ εἰς τί ἀνέβητε ἐπ᾿ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί -
Sdz 16,13
LXX · RP.AS
καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς ἐμὲ ψευδῆ ἀπάγγειλον δή μοι ἐν τίνι δεθήσῃ καὶ εἶπεν πρὸς αὐτήν ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐγκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής -
Sdz 19,20
LXX · RP.AS
καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης εἰρήνη σοι πλὴν πᾶν ὑστέρημά σου ἐπ᾿ ἐμέ πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ -
Sdz 20,5
LXX · RP.AS
καὶ ἀνέστησαν ἐπ᾿ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαα καὶ ἐκύκλωσαν ἐπ᾿ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός ἐμὲ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανεν -
Sdz 20,5
LXX · RP.AS
καὶ ἀνέστησαν ἐπ᾿ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαα καὶ ἐκύκλωσαν ἐπ᾿ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός ἐμὲ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανεν -
Sdz 20,5
LXX · RP.AS
καὶ ἀνέστησαν ἐπ᾿ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαα καὶ ἐκύκλωσαν ἐπ᾿ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός ἐμὲ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανεν -
1 Sm 2,29
LXX · RP.AS
καὶ ἵνα τί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας Ισραηλ ἔμπροσθέν μου -
1 Sm 8,7
LXX · RP.AS
καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ ἂν λαλήσωσίν σοι ὅτι οὐ σὲ ἐξουθενήκασιν ἀλλ᾿ ἢ ἐμὲ ἐξουδενώκασιν τοῦ μὴ βασιλεύειν ἐπ᾿ αὐτῶν -
1 Sm 9,21
LXX · RP.AS
καὶ ἀπεκρίθη Σαουλ καὶ εἶπεν οὐχὶ ἀνδρὸς υἱὸς Ιεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ισραηλ καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμιν καὶ ἵνα τί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο -
1 Sm 15,1
LXX · RP.AS
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ ἐμὲ ἀπέστειλεν κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ νῦν ἄκουε τῆς φωνῆς κυρίου -
1 Sm 15,18
LXX · RP.AS
καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ τὸν Αμαληκ καὶ πολεμήσεις αὐτούς ἕως συντελέσῃς αὐτούς -
1 Sm 16,17
LXX · RP.AS
καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρὸς ἐμέ -
1 Sm 17,9
LXX · RP.AS
καὶ ἐὰν δυνηθῇ πρὸς ἐμὲ πολεμῆσαι καὶ ἐὰν πατάξῃ με καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτόν ἔσεσθε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν -
1 Sm 17,35
LXX · RP.AS
καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἰ ἐπανίστατο ἐπ᾿ ἐμέ καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν -
1 Sm 17,43
LXX · RP.AS
καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ ὡσεὶ κύων ἐγώ εἰμι ὅτι σὺ ἔρχῃ ἐπ᾿ ἐμὲ ἐν ῥάβδῳ καὶ λίθοις καὶ εἶπεν Δαυιδ οὐχί ἀλλ᾿ ἢ χείρω κυνός καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυιδ ἐν τοῖς θεοῖς αὐτοῦ -
1 Sm 22,8
LXX · RP.AS
ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾿ ἐμέ καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ιεσσαι καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾿ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη -
1 Sm 22,8
LXX · RP.AS
ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾿ ἐμέ καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ιεσσαι καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾿ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη -
1 Sm 22,13
LXX · RP.AS
καὶ εἶπεν αὐτῷ Σαουλ ἵνα τί συνέθου κατ᾿ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ιεσσαι δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ θέσθαι αὐτὸν ἐπ᾿ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη -
1 Sm 23,10
LXX · RP.AS
καὶ εἶπεν Δαυιδ κύριε ὁ θεὸς Ισραηλ ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαουλ ἐλθεῖν ἐπὶ Κεϊλα διαφθεῖραι τὴν πόλιν δι᾿ ἐμέ -
1 Sm 24,18
LXX · RP.AS
καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ δίκαιος σὺ ὑπὲρ ἐμέ ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά -
1 Sm 26,19
LXX · RP.AS
καὶ νῦν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ εἰ ὁ θεὸς ἐπισείει σε ἐπ᾿ ἐμέ ὀσφρανθείη θυσίας σου καὶ εἰ υἱοὶ ἀνθρώπων ἐπικατάρατοι οὗτοι ἐνώπιον κυρίου ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσθαι ἐν κληρονομίᾳ κυρίου λέγοντες πορεύου δούλευε θεοῖς ἑτέροις -
2 Sm 2,7
LXX · RP.AS
καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαουλ καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ιουδα ἐφ᾿ ἑαυτοὺς εἰς βασιλέα -
2 Sm 3,8
LXX · RP.AS
καὶ ἐθυμώθη σφόδρα Αβεννηρ περὶ τοῦ λόγου Μεμφιβοσθε καὶ εἶπεν Αβεννηρ πρὸς αὐτόν μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου Σαουλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυιδ καὶ ἐπιζητεῖς ἐπ᾿ ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον -
2 Sm 10,11
LXX · RP.AS
καὶ εἶπεν ἐὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμέ καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ Αμμων κραταιωθῶσιν ὑπὲρ σέ καὶ ἐσόμεθα τοῦ σῶσαί σε -
2 Sm 14,9
LXX · RP.AS
καὶ εἶπεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα ἐπ᾿ ἐμέ κύριέ μου βασιλεῦ ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)