G162 — 39 wystąpień
G162 · αἰχμαλωτεύω (aichmalōteuō) · to take captive — αἰχμαλωτεύω ; (αἰχμάλωτος), [in LXX chiefly for שׁבה ;] = αἰχμαλωτίζω, which see, ; to lead captive : Eph.4:8 (LXX).† ; (AS) [STEPBible CC BY]
Rdz 2Lb 11 Sm 31 Krl 12 Krl 21 Krn 12 Krn 5Tb 1Jdt 1Est 21 Mch 1Hi 3Ps 2Iz 3Jr 1Ez 3Am 4Ab 1Mi 1Ef 1
-
Rdz 14,14
LXX · V.XMI3S
ἀκούσας δὲ Αβραμ ὅτι ᾐχμαλώτευται Λωτ ὁ ἀδελφὸς αὐτοῦ ἠρίθμησεν τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ τριακοσίους δέκα καὶ ὀκτώ καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δαν -
Rdz 34,29
LXX · V.AAI3P
καὶ πάντα τὰ σώματα αὐτῶν καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν ᾐχμαλώτευσαν καὶ διήρπασαν ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν ταῖς οἰκίαις -
Lb 24,22
LXX · V.FAI3P
καὶ ἐὰν γένηται τῷ Βεωρ νεοσσιὰ πανουργίας Ἀσσύριοί σε αἰχμαλωτεύσουσιν -
1 Sm 30,2
LXX · V.AAI3P
καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα ἀλλ᾿ ᾐχμαλώτευσαν καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν -
1 Sm 30,3
LXX · V.XMPNPM
καὶ ἦλθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι -
1 Sm 30,5
LXX · V.API3P
καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυιδ ᾐχμαλωτεύθησαν Αχινοομ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου -
1 Krl 8,50
LXX · V.PAPGPM
καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν αἷς ἥμαρτόν σοι καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν ἃ ἠθέτησάν σοι καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς καὶ οἰκτιρήσουσιν αὐτούς -
2 Krl 5,2
LXX · V.AAI3P
καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ισραηλ νεάνιδα μικράν καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμαν -
2 Krl 6,22
LXX · V.AAI2S
καὶ εἶπεν οὐ πατάξεις εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου σὺ τύπτεις παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν -
1 Krn 5,21
LXX · V.AAI3P
καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας -
2 Krn 6,36
LXX · V.FAI3P
ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔσται ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν καὶ αἰχμαλωτεύσουσιν οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχθρῶν εἰς γῆν μακρὰν ἢ ἐγγὺς -
2 Krn 6,36
LXX · V.PAPNPM
ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔσται ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν καὶ αἰχμαλωτεύσουσιν οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχθρῶν εἰς γῆν μακρὰν ἢ ἐγγὺς -
2 Krn 6,38
LXX · V.AAPGPM
καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν γῇ αἰχμαλωτευσάντων αὐτοὺς καὶ προσεύξωνται ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν καὶ τῆς πόλεως ἧς ἐξελέξω καὶ τοῦ οἴκου οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου -
2 Krn 28,5
LXX · V.AAI3S
καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως Ισραηλ παρέδωκεν αὐτόν καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην -
2 Krn 28,11
LXX · V.AAI2P
καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν ὅτι ὀργὴ θυμοῦ κυρίου ἐφ᾿ ὑμῖν -
Tb 1,2
LXX · V.API3S
ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ενεμεσσαρου τοῦ βασιλέως Ἀσσυρίων ἐκ Θισβης ἥ ἐστιν ἐκ δεξιῶν Κυδιως τῆς Νεφθαλιμ ἐν τῇ Γαλιλαίᾳ ὑπεράνω Ασηρ -
Jdt 5,18
LXX · V.API3P
ὅτε δὲ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ ἧς διέθετο αὐτοῖς ἐξωλεθρεύθησαν ἐν πολλοῖς πολέμοις ἐπὶ πολὺ σφόδρα καὶ ᾐχμαλωτεύθησαν εἰς γῆν οὐκ ἰδίαν καὶ ὁ ναὸς τοῦ θεοῦ αὐτῶν ἐγενήθη εἰς ἔδαφος καὶ αἱ πόλεις αὐτῶν ἐκρατήθησαν ὑπὸ τῶν ὑπεναντίων -
Est 1,1
LXX · V.AAI3S
ἔτους δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου τῇ μιᾷ τοῦ Νισα ἐνύπνιον εἶδεν Μαρδοχαῖος ὁ τοῦ Ιαϊρου τοῦ Σεμεϊου τοῦ Κισαιου ἐκ φυλῆς Βενιαμιν ἄνθρωπος Ιουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει ἄνθρωπος μέγας θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας ἧς ᾐχμαλώτευσεν Ναβουχοδονοσορ ὁ βασιλεὺς Βαβυλῶνος ἐξ Ιερουσαλημ μετὰ Ιεχονιου τοῦ βασιλέως τῆς Ιουδαίας καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος βρονταὶ καὶ σεισμός τάραχος ἐπὶ τῆς γῆς καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔθνος καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου θλῖψις καὶ στενοχωρία κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς καὶ ἐταράχθη δίκαιον πᾶν ἔθνος φοβούμενοι τὰ ἑαυτῶν κακὰ καὶ ἡτοιμάσθησαν ἀπολέσθαι καὶ ἐβόησαν πρὸς τὸν θεόν ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας ὕδωρ πολύ φῶς καὶ ὁ ἥλιος ἀνέτειλεν καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους καὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο καὶ τί ὁ θεὸς βεβούλευται ποιῆσαι εἶχεν αὐτὸ ἐν τῇ καρδίᾳ καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός καὶ ἡσύχασεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβαθα καὶ Θαρρα τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασσόντων τὴν αὐλὴν ἤκουσέν τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύνησεν καὶ ἔμαθεν ὅτι ἑτοιμάζουσιν τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ αὐτῶν καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους καὶ ὁμολογήσαντες ἀπήχθησαν καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων καὶ ἦν Αμαν Αμαδαθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως καὶ ἐζήτησεν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν -
Est 2,6
LXX · V.AAI3S
ὃς ἦν αἰχμάλωτος ἐξ Ιερουσαλημ ἣν ᾐχμαλώτευσεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος -
1 Mch 9,72
LXX · V.AAI3S
καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ιουδα καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν -
Hi 1,15
LXX · V.PAPNPM
καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι -
Hi 1,15
LXX · V.AAI3P
καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι -
Hi 1,17
LXX · V.AAI3P
ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι -
Ps 68,19
LXX · V.AAI2S
ἀνέβης εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν ἔλαβες δόματα ἐν ἀνθρώπῳ καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι κύριος ὁ θεὸς εὐλογητός -
Ps 137,3
LXX · V.AAPNPM
ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιων -
Iz 14,2
LXX · V.AAPNPM
καὶ λήμψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν καὶ κατακληρονομήσουσιν καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ θεοῦ εἰς δούλους καὶ δούλας καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν -
Iz 49,24
LXX · V.AAS3S
μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως σωθήσεται -
Iz 49,25
LXX · V.AAS3S
οὕτως λέγει κύριος ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα λήμψεται σκῦλα λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι -
Jr 27,33
LXX · V.AAPNPM
τάδε λέγει κύριος καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς -
Ez 6,9
LXX · V.API3P
καὶ μνησθήσονταί μου οἱ ἀνασῳζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπ᾿ ἐμοῦ καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς πορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν -
Ez 12,3
LXX · V.FPI2S
καὶ σύ υἱὲ ἀνθρώπου ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν καὶ αἰχμαλωτευθήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν ὅπως ἴδωσιν διότι οἶκος παραπικραίνων ἐστίν -
Ez 39,23
LXX · V.API3P
καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύθησαν οἶκος Ισραηλ ἀνθ᾿ ὧν ἠθέτησαν εἰς ἐμέ καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν καὶ ἔπεσαν πάντες μαχαίρᾳ -
Am 1,5
LXX · V.FPI3S
καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐκ πεδίου Ων καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαρραν καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος λέγει κύριος -
Am 1,6
LXX · V.AAN
τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμων τοῦ συγκλεῖσαι εἰς τὴν Ιδουμαίαν -
Am 5,5
LXX · V.PPPNSF
καὶ μὴ ἐκζητεῖτε Βαιθηλ καὶ εἰς Γαλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε ὅτι Γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται καὶ Βαιθηλ ἔσται ὡς οὐχ ὑπάρχουσα -
Am 5,5
LXX · V.FPI3S
καὶ μὴ ἐκζητεῖτε Βαιθηλ καὶ εἰς Γαλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε ὅτι Γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται καὶ Βαιθηλ ἔσται ὡς οὐχ ὑπάρχουσα -
Ab 1,11
LXX · V.PAPGPM
ἀφ᾿ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ιερουσαλημ ἔβαλον κλήρους καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν -
Mi 1,16
LXX · V.API3P
ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ -
Ef 4,8
SBLGNT · 3AAI-S--
διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνθρώποις.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)