G1607 — 193 wystąpień
G1607 · ἐκπορεύω (ekporeuō) · to depart — ἐκ-πορεύω ; [in LXX chiefly for יָצָא ;] ; to make to go out ; pass. and mid., to go forth : Luk.3:7 , Act.25:4 ; of demons leaving one possessed, Mat.17:21 (WH om.), Act.19:12; of excrement, Mk 719; before ἀπό, Mat.20:29 , Mrk.10:46 ; ἐκ, M… [STEPBible CC BY]
Rdz 6Wj 13Lb 20Pwt 10Joz 3Sdz 71 Sm 82 Sm 51 Krl 72 Krl 31 Krn 52 Krn 4Tb 1Jdt 21 Mch 8Hi 9Ps 6Prz 1Syr 2Iz 1Jr 11Ez 10Dn 2Am 2Mi 1Za 13Mt 5Mk 11Łk 3J 2Dz 3Ef 1Ap 8
-
Rdz 2,10
LXX · V.PMI3S
ποταμὸς δὲ ἐκπορεύεται ἐξ Εδεμ ποτίζειν τὸν παράδεισον ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς -
Rdz 24,11
LXX · V.PMI3P
καὶ ἐκοίμισεν τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι -
Rdz 24,13
LXX · V.PMI3P
ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ -
Rdz 24,15
LXX · V.IMI3S
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ καὶ ἰδοὺ Ρεβεκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουηλ υἱῷ Μελχας τῆς γυναικὸς Ναχωρ ἀδελφοῦ δὲ Αβρααμ ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς -
Rdz 24,45
LXX · V.IMI3S
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ εὐθὺς Ρεβεκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο εἶπα δὲ αὐτῇ πότισόν με -
Rdz 34,24
LXX · V.PMPNPM
καὶ εἰσήκουσαν Εμμωρ καὶ Συχεμ τοῦ υἱοῦ αὐτοῦ πάντες οἱ ἐκπορευόμενοι τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ περιετέμοντο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν πᾶς ἄρσην -
Wj 5,20
LXX · V.PMPGPM
συνήντησαν δὲ Μωυσῇ καὶ Ααρων ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς ἐκπορευομένων αὐτῶν ἀπὸ Φαραω -
Wj 7,15
LXX · V.PMI3S
βάδισον πρὸς Φαραω τὸ πρωί ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ καὶ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ καὶ τὴν ῥάβδον τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου -
Wj 13,4
LXX · V.PMI2P
ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσθε ἐν μηνὶ τῶν νέων -
Wj 13,8
LXX · V.IMI1S
καὶ ἀναγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεός μοι ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου -
Wj 14,8
LXX · V.IMI3P
καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω βασιλέως Αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν Ισραηλ οἱ δὲ υἱοὶ Ισραηλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ -
Wj 16,29
LXX · V.PMD3S
ἴδετε ὁ γὰρ κύριος ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην τὰ σάββατα διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ -
Wj 25,32
LXX · V.PMPNPM
ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους αὐτῆς τοῦ ἑνὸς καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου -
Wj 25,33
LXX · V.PMPDPM
καὶ τρεῖς κρατῆρες ἐκτετυπωμένοι καρυίσκους ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτὴρ καὶ κρίνον οὕτως τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας -
Wj 25,35
LXX · V.PMPDPM
ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαμίσκους ἐξ αὐτῆς οὕτως τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας -
Wj 33,7
LXX · V.IMI3S
καὶ λαβὼν Μωυσῆς τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ἔξω τῆς παρεμβολῆς μακρὰν ἀπὸ τῆς παρεμβολῆς καὶ ἐκλήθη σκηνὴ μαρτυρίου καὶ ἐγένετο πᾶς ὁ ζητῶν κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς -
Wj 33,11
LXX · V.IMI3S
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυη νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς -
Wj 34,34
LXX · V.PMN
ἡνίκα δ᾿ ἂν εἰσεπορεύετο Μωυσῆς ἔναντι κυρίου λαλεῖν αὐτῷ περιῃρεῖτο τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσθαι καὶ ἐξελθὼν ἐλάλει πᾶσιν τοῖς υἱοῖς Ισραηλ ὅσα ἐνετείλατο αὐτῷ κύριος -
Wj 40,17
LXX · V.PMPGPM
καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ τῷ δευτέρῳ ἔτει ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου νουμηνίᾳ ἐστάθη ἡ σκηνή -
Lb 1,3
LXX · V.PMPNSM
ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς -
Lb 1,20
LXX · V.PMPNSM
καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει -
Lb 1,22
LXX · V.PMPNSM
τοῖς υἱοῖς Συμεων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει -
Lb 1,24
LXX · V.PMPNSM
τοῖς υἱοῖς Ιουδα κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει -
Lb 1,26
LXX · V.PMPNSM
τοῖς υἱοῖς Ισσαχαρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει -
Lb 1,28
LXX · V.PMPNSM
τοῖς υἱοῖς Ζαβουλων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει -
Lb 1,30
LXX · V.PMPNSM
τοῖς υἱοῖς Ιωσηφ υἱοῖς Εφραιμ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει -
Lb 1,32
LXX · V.PMPNSM
τοῖς υἱοῖς Μανασση κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει -
Lb 1,34
LXX · V.PMPNSM
τοῖς υἱοῖς Βενιαμιν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει -
Lb 1,36
LXX · V.PMPNSM
τοῖς υἱοῖς Γαδ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει -
Lb 1,38
LXX · V.PMPNSM
τοῖς υἱοῖς Δαν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει -
Lb 1,40
LXX · V.PMPNSM
τοῖς υἱοῖς Ασηρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει -
Lb 1,42
LXX · V.PMPNSM
τοῖς υἱοῖς Νεφθαλι κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει -
Lb 1,45
LXX · V.PMPNSM
καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ισραηλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ -
Lb 12,12
LXX · V.PMPNSN
μὴ γένηται ὡσεὶ ἴσον θανάτῳ ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς -
Lb 26,2
LXX · V.PMPNSM
λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ᾿ οἴκους πατριῶν αὐτῶν πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ -
Lb 31,27
LXX · V.PMPGPM
καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον πάσης συναγωγῆς -
Lb 31,28
LXX · V.XMPGPM
καὶ ἀφελεῖτε τέλος κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν μίαν ψυχὴν ἀπὸ πεντακοσίων ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν αἰγῶν -
Lb 31,36
LXX · V.XMPGPM
καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια -
Lb 32,24
LXX · V.PMPASN
καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε -
Pwt 8,3
LXX · V.PMPDSN
καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ ἐψώμισέν σε τὸ μαννα ὃ οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος -
Pwt 8,7
LXX · V.PMPNPF
ὁ γὰρ κύριος ὁ θεός σου εἰσάγει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν οὗ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων -
Pwt 11,10
LXX · V.XMI2P
ἔστιν γὰρ ἡ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν οὐχ ὥσπερ ἡ γῆ Αἰγύπτου ἐστίν ὅθεν ἐκπεπόρευσθε ἐκεῖθεν ὅταν σπείρωσιν τὸν σπόρον καὶ ποτίζωσιν τοῖς ποσὶν ὡσεὶ κῆπον λαχανείας -
Pwt 23,5
LXX · V.PMPGPM
παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλααμ υἱὸν Βεωρ ἐκ τῆς Μεσοποταμίας καταράσασθαί σε -
Pwt 23,24
LXX · V.PMPAPN
τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ καὶ ποιήσεις ὃν τρόπον εὔξω κυρίῳ τῷ θεῷ σου δόμα ὃ ἐλάλησας τῷ στόματί σου -
Pwt 24,9
LXX · V.PMPGPM
μνήσθητι ὅσα ἐποίησεν κύριος ὁ θεός σου τῇ Μαριαμ ἐν τῇ ὁδῷ ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου -
Pwt 25,17
LXX · V.PMPGSM
μνήσθητι ὅσα ἐποίησέν σοι Αμαληκ ἐν τῇ ὁδῷ ἐκπορευομένου σου ἐξ Αἰγύπτου -
Pwt 28,6
LXX · V.PMN
εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε -
Pwt 28,19
LXX · V.PMN
ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε καὶ ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε -
Pwt 31,2
LXX · V.PMN
καὶ εἶπεν πρὸς αὐτούς ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι κύριος δὲ εἶπεν πρός με οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον -
Joz 2,10
LXX · V.IMI2P
ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν κύριος ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου καὶ ὅσα ἐποίησεν τοῖς δυσὶ βασιλεῦσιν τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου τῷ Σηων καὶ Ωγ οὓς ἐξωλεθρεύσατε αὐτούς
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)