G1572 — 53 wystąpień
G1572 · ἐκκαίω (ekkaiō) · be enflamed — ἐκ-καίω ; [in LXX chiefly for בָּעַר ;] ; __1. to burn up . ; __2. to kindle . Pass., to burn : metaphorically, of the passions (cf. Sir.16:6 , Job.3:17 ), Rom.1:27 .†; (AS) [STEPBible CC BY]
Wj 1Lb 2Pwt 2Sdz 22 Sm 31 Krl 12 Krl 22 Krn 2Ne 1Hi 1Ps 8Prz 5Syr 13Iz 1Jr 4Ez 1Dn 1Ab 1Na 1Rz 1
-
Wj 22,5
LXX · V.AAPNSM
ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλωνα ἢ στάχυς ἢ πεδίον ἀποτείσει ὁ τὸ πῦρ ἐκκαύσας -
Lb 11,1
LXX · V.API3S
καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργῇ καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου καὶ κατέφαγεν μέρος τι τῆς παρεμβολῆς -
Lb 11,3
LXX · V.API3S
καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἐμπυρισμός ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου -
Pwt 29,19
LXX · V.FPI3S
οὐ μὴ θελήσῃ ὁ θεὸς εὐιλατεῦσαι αὐτῷ ἀλλ᾿ ἢ τότε ἐκκαυθήσεται ὀργὴ κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου καὶ ἐξαλείψει κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν -
Pwt 32,22
LXX · V.XMI3S
ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου καυθήσεται ἕως ᾅδου κάτω καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς φλέξει θεμέλια ὀρέων -
Sdz 15,5
LXX · V.AAI3S
καὶ ἐξέκαυσεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσιν τῶν ἀλλοφύλων καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας -
Sdz 15,14
LXX · V.API3S
καὶ ἦλθον ἕως σιαγόνος καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα κυρίου καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ὃ ἐξεκαύθη ἐν πυρί καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ -
2 Sm 22,9
LXX · V.API3P
ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται ἄνθρακες ἐξεκαύθησαν ἀπ᾿ αὐτοῦ -
2 Sm 22,13
LXX · V.API3P
ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός -
2 Sm 24,1
LXX · V.APN
καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοῖς λέγων βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα -
1 Krl 20,21
LXX · V.AAS1S
τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολεθρεύσω τοῦ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ -
2 Krl 22,13
LXX · V.XMPNSF
δεῦτε ἐκζητήσατε τὸν κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ Ιουδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου ὅτι μεγάλη ἡ ὀργὴ κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμῖν ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ᾿ ἡμῶν -
2 Krl 22,17
LXX · V.FPI3S
ἀνθ᾿ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις ὅπως παροργίσωσίν με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται -
2 Krn 34,21
LXX · V.XMI3S
πορεύθητε ζητήσατε τὸν κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν Ισραηλ καὶ Ιουδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος ὅτι μέγας ὁ θυμὸς κυρίου ἐκκέκαυται ἐν ἡμῖν διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων κυρίου τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ -
2 Krn 34,25
LXX · V.API3S
ἀνθ᾿ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίασαν θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσίν με ἐν πᾶσιν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν καὶ ἐξεκαύθη ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται -
Ne 10,35
LXX · V.AAN
καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαός ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν εἰς οἶκον πατριῶν ἡμῶν εἰς καιροὺς ἀπὸ χρόνων ἐνιαυτὸν κατ᾿ ἐνιαυτόν ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον κυρίου θεοῦ ἡμῶν ὡς γέγραπται ἐν τῷ νόμῳ -
Hi 3,17
LXX · V.AAI3P
ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι -
Ps 2,12
LXX · V.APS3S
δράξασθε παιδείας μήποτε ὀργισθῇ κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ -
Ps 39,4
LXX · V.FPI3S
ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ ἐλάλησα ἐν γλώσσῃ μου -
Ps 73,21
LXX · V.API3S
ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν -
Ps 78,38
LXX · V.FAI3S
αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν καὶ οὐ διαφθερεῖ καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ -
Ps 79,5
LXX · V.FPI3S
ἕως πότε κύριε ὀργισθήσῃ εἰς τέλος ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου -
Ps 89,47
LXX · V.FPI3S
ἕως πότε κύριε ἀποστρέψεις εἰς τέλος ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου -
Ps 106,18
LXX · V.API3S
καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν φλὸξ κατέφλεξεν ἁμαρτωλούς -
Ps 118,12
LXX · V.API3P
ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς -
Prz 6,19
LXX · V.PAI3S
ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν -
Prz 14,5
LXX · V.PAI3S
μάρτυς πιστὸς οὐ ψεύδεται ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος -
Prz 14,25
LXX · V.PAI3S
ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός ἐκκαίει δὲ ψεύδη δόλιος -
Prz 19,9
LXX · V.FMI2S
μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται ὃς δ᾿ ἂν ἐκκαύσῃ κακίαν ἀπολεῖται ὑπ᾿ αὐτῆς -
Prz 36,8
LXX · V.AAI3P
ἄνδρες λοιμοὶ ἐξέκαυσαν πόλιν σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν -
Syr 8,10
LXX · V.PAD2S
μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ -
Syr 16,6
LXX · V.FPI3S
ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή -
Syr 16,6
LXX · V.API3S
ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή -
Syr 23,17
LXX · V.AAI3S
ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ -
Syr 28,8
LXX · V.FAI3S
ἀπόσχου ἀπὸ μάχης καὶ ἐλαττώσεις ἁμαρτίας ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην -
Syr 28,10
LXX · V.FPI3S
κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ -
Syr 28,10
LXX · V.FPI3S
κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ -
Syr 28,11
LXX · V.PAI3S
ἔρις κατασπευδομένη ἐκκαίει πῦρ καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα -
Syr 28,12
LXX · V.FPI3S
ἐὰν φυσήσῃς εἰς σπινθῆρα ἐκκαήσεται καὶ ἐὰν πτύσῃς ἐπ᾿ αὐτόν σβεσθήσεται καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται -
Syr 28,23
LXX · V.FPI3S
οἱ καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς -
Syr 43,4
LXX · V.PAPNSM
κάμινον φυσῶν ἐν ἔργοις καύματος τριπλασίως ἥλιος ἐκκαίων ὄρη ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς -
Syr 43,21
LXX · V.FAI3S
καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ -
Syr 51,4
LXX · V.AAI1S
ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν καὶ ἐκ μέσου πυρός οὗ οὐκ ἐξέκαυσα -
Iz 50,11
LXX · V.AAI2P
ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογί ᾗ ἐξεκαύσατε δι᾿ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν ἐν λύπῃ κοιμηθήσεσθε -
Jr 1,14
LXX · V.FPI3S
καὶ εἶπεν κύριος πρός με ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν -
Jr 4,4
LXX · V.FPI3S
περιτμήθητε τῷ θεῷ ὑμῶν καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμῶν ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν -
Jr 15,14
LXX · V.XPI3S
καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ᾔδεις ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου ἐφ᾿ ὑμᾶς καυθήσεται -
Jr 51,6
LXX · V.API3S
καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη -
Ez 21,4
LXX · V.AAI1S
καὶ ἐπιγνώσονται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ἐξέκαυσα αὐτό καὶ οὐ σβεσθήσεται -
Dn 3,22
LXX · V.API3S
ἐπειδὴ τὸ πρόσταγμα τοῦ βασιλέως ἤπειγεν καὶ ἡ κάμινος ἐξεκαύθη ὑπὲρ τὸ πρότερον ἑπταπλασίως καὶ οἱ ἄνδρες οἱ προχειρισθέντες συμποδίσαντες αὐτοὺς καὶ προσαγαγόντες τῇ καμίνῳ ἐνεβάλοσαν εἰς αὐτήν
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)