G1557 — 86 wystąpień
G1557 · ἐκδίκησις (ekdikēsis) · vengeance — ἐκ-δίκησις , -εως, ἡ; (ἐκδικέω), [in LXX chiefly for נָקָם ;] ; vengeance, vindication : Luk.21:22 , Rom.12:19 (see MM, Exp. , xii), Heb.10:30 (LXX), 2Co.7:11; of the injured person, with genitive, Luk.18:7-8; with dative, Act.7:24; of the o… [STEPBible CC BY]
Wj 1Lb 3Pwt 1Sdz 22 Sm 2Jdt 21 Mch 7Ps 6Mdr 1Syr 14Iz 2Jr 13Lm 1Ez 19Oz 1Mi 2Łk 3Dz 1Rz 12 Kor 12 Tes 1Hbr 11 P 1
-
Wj 12,12
LXX · N.ASF
καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν ἐγὼ κύριος -
Lb 31,2
LXX · N.ASF
ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ισραηλ ἐκ τῶν Μαδιανιτῶν καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου -
Lb 31,3
LXX · N.ASF
καὶ ἐλάλησεν Μωυσῆς πρὸς τὸν λαὸν λέγων ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας παρατάξασθαι ἔναντι κυρίου ἐπὶ Μαδιαν ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ κυρίου τῇ Μαδιαν -
Lb 33,4
LXX · N.ASF
καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὑτῶν τοὺς τεθνηκότας πάντας οὓς ἐπάταξεν κύριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν κύριος -
Pwt 32,35
LXX · N.GSF
ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτῶν καὶ πάρεστιν ἕτοιμα ὑμῖν -
Sdz 11,36
LXX · N.ASF
ἡ δὲ εἶπεν πρὸς αὐτόν πάτερ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου ἐν τῷ ποιῆσαί σοι κύριον ἐκδίκησιν ἀπὸ τῶν ἐχθρῶν σου ἀπὸ υἱῶν Αμμων -
Sdz 14,4
LXX · N.ASF
καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ισραηλ -
2 Sm 4,8
LXX · N.ASF
καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβοσθε τῷ Δαυιδ εἰς Χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα ἰδοὺ ἡ κεφαλὴ Μεμφιβοσθε υἱοῦ Σαουλ τοῦ ἐχθροῦ σου ὃς ἐζήτει τὴν ψυχήν σου καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη ἐκ Σαουλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ -
2 Sm 22,48
LXX · N.APF
ἰσχυρὸς κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί παιδεύων λαοὺς ὑποκάτω μου -
Jdt 8,35
LXX · N.ASF
καὶ εἶπεν Οζιας καὶ οἱ ἄρχοντες πρὸς αὐτήν πορεύου εἰς εἰρήνην καὶ κύριος ὁ θεὸς ἔμπροσθέν σου εἰς ἐκδίκησιν τῶν ἐχθρῶν ἡμῶν -
Jdt 9,2
LXX · N.ASF
κύριε ὁ θεὸς τοῦ πατρός μου Συμεων ᾧ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος εἶπας γάρ οὐχ οὕτως ἔσται καὶ ἐποίησαν -
1 Mch 2,67
LXX · N.ASF
καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν -
1 Mch 3,15
LXX · N.ASF
καὶ προσέθετο καὶ ἀνέβη μετ᾿ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ισραηλ -
1 Mch 6,22
LXX · N.NPF
καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν -
1 Mch 7,9
LXX · N.ASF
καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ισραηλ -
1 Mch 7,24
LXX · N.ASF
καὶ ἐξῆλθεν εἰς πάντα τὰ ὅρια τῆς Ιουδαίας κυκλόθεν καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσιν τοῖς αὐτομολήσασιν καὶ ἀνεστάλησαν τοῦ ἐκπορεύεσθαι εἰς τὴν χώραν -
1 Mch 7,38
LXX · N.ASF
ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ καὶ πεσέτωσαν ἐν ῥομφαίᾳ μνήσθητι τῶν δυσφημιῶν αὐτῶν καὶ μὴ δῷς αὐτοῖς μονήν -
1 Mch 9,42
LXX · N.ASF
καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ιορδάνου -
Ps 18,48
LXX · N.NPF
ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς ὑπ᾿ ἐμέ -
Ps 58,11
LXX · N.ASF
εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ -
Ps 79,10
LXX · N.NSF
μήποτε εἴπωσιν τὰ ἔθνη ποῦ ἐστιν ὁ θεὸς αὐτῶν καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου -
Ps 94,1
LXX · N.GPF
ψαλμὸς τῷ Δαυιδ τετράδι σαββάτων ὁ θεὸς ἐκδικήσεων κύριος ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο -
Ps 94,1
LXX · N.GPF
ψαλμὸς τῷ Δαυιδ τετράδι σαββάτων ὁ θεὸς ἐκδικήσεων κύριος ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο -
Ps 149,7
LXX · N.ASF
τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν ἐλεγμοὺς ἐν τοῖς λαοῖς -
Mdr 11,15
LXX · N.ASF
ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελῆ ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζῴων εἰς ἐκδίκησιν -
Syr 5,3
LXX · N.DSF
καὶ μὴ εἴπῃς τίς με δυναστεύσει ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει -
Syr 5,7
LXX · N.GSF
μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ -
Syr 7,17
LXX · N.NSF
ταπείνωσον σφόδρα τὴν ψυχήν σου ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ -
Syr 12,6
LXX · N.ASF
ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν -
Syr 18,24
LXX · N.GSF
μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου -
Syr 25,14
LXX · N.ASF
πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν -
Syr 25,14
LXX · N.ASF
πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν -
Syr 27,28
LXX · N.NSF
ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνῳ καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν -
Syr 28,1
LXX · N.ASF
ὁ ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει -
Syr 35,20
LXX · N.ASF
ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν -
Syr 39,28
LXX · N.ASF
ἔστιν πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται καὶ ἐν θυμῷ αὐτοῦ ἐστερέωσεν μάστιγας αὐτῶν ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσιν καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσιν -
Syr 39,29
LXX · N.ASF
πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται -
Syr 47,25
LXX · N.NSF
καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν ἕως ἐκδίκησις ἔλθῃ ἐπ᾿ αὐτούς -
Syr 48,7
LXX · N.GSF
ἀκούων ἐν Σινα ἐλεγμὸν καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως -
Iz 59,17
LXX · N.GSF
καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον -
Iz 66,15
LXX · N.ASF
ἰδοὺ γὰρ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός -
Jr 11,20
LXX · N.ASF
κύριε κρίνων δίκαια δοκιμάζων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου -
Jr 20,10
LXX · N.ASF
ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν ἐπισύστητε καὶ ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτῷ καὶ λημψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ -
Jr 20,12
LXX · N.ASF
κύριε δοκιμάζων δίκαια συνίων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου -
Jr 26,10
LXX · N.GSF
καὶ ἡ ἡμέρα ἐκείνη κυρίῳ τῷ θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὐτοῦ καὶ καταφάγεται ἡ μάχαιρα κυρίου καὶ ἐμπλησθήσεται καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν ὅτι θυσία τῷ κυρίῳ σαβαωθ ἀπὸ γῆς βορρᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ -
Jr 26,21
LXX · N.GSF
καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτῇ διότι καὶ αὐτοὶ ἀπεστράφησαν καὶ ἔφυγον ὁμοθυμαδόν οὐκ ἔστησαν ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπ᾿ αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτῶν -
Jr 27,15
LXX · N.NSF
κατακροτήσατε ἐπ᾿ αὐτήν παρελύθησαν αἱ χεῖρες αὐτῆς ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς ὅτι ἐκδίκησις παρὰ θεοῦ ἐστιν ἐκδικεῖτε ἐπ᾿ αὐτήν καθὼς ἐποίησεν ποιήσατε αὐτῇ -
Jr 27,27
LXX · N.GSF
ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς καὶ καταβήτωσαν εἰς σφαγήν οὐαὶ αὐτοῖς ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν -
Jr 27,28
LXX · N.ASF
φωνὴ φευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου θεοῦ ἡμῶν -
Jr 27,31
LXX · N.GSF
ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν λέγει κύριος ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)