G1491 — 60 wystąpień
G1491 · εἶδος (eidos) · appearance — εἶδος , -ους, τό, ; [in LXX for מַרְאֶה,, etc. ;] ; __1. that which is seen, appearance, external form : Luk.3:22 9:29 , Jhn.5:37 , 2Co.5:7 ( ICC in l.). ; __2. form, sort, kind : 1Th.5:22. ; † (AS) [STEPBible CC BY]
Rdz 9Wj 4Kpł 1Lb 6Pwt 1Sdz 21 Sm 42 Sm 3Jdt 2Est 3Hi 2Prz 1Pnp 1Mdr 2Syr 3Iz 4Jr 2Lm 1Ez 3Dn 1Łk 2J 12 Kor 11 Tes 1
-
Rdz 29,17
LXX · N.DSN
οἱ δὲ ὀφθαλμοὶ Λειας ἀσθενεῖς Ραχηλ δὲ καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει -
Rdz 32,31
LXX · N.NSN
καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεοῦ εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχή -
Rdz 32,32
LXX · N.ASN
ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος ἡνίκα παρῆλθεν τὸ Εἶδος τοῦ θεοῦ αὐτὸς δὲ ἐπέσκαζεν τῷ μηρῷ αὐτοῦ -
Rdz 39,6
LXX · N.DSN
καὶ ἐπέτρεψεν πάντα ὅσα ἦν αὐτῷ εἰς χεῖρας Ιωσηφ καὶ οὐκ ᾔδει τῶν καθ᾿ ἑαυτὸν οὐδὲν πλὴν τοῦ ἄρτου οὗ ἤσθιεν αὐτός καὶ ἦν Ιωσηφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα -
Rdz 41,2
LXX · N.DSN
καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐβόσκοντο ἐν τῷ ἄχει -
Rdz 41,3
LXX · N.DSN
ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο παρὰ τὰς βόας παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ -
Rdz 41,4
LXX · N.DSN
καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶν τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτάς ἠγέρθη δὲ Φαραω -
Rdz 41,18
LXX · N.DSN
καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο ἐν τῷ ἄχει -
Rdz 41,19
LXX · N.DSN
καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ Αἰγύπτῳ αἰσχροτέρας -
Wj 24,10
LXX · N.NSN
καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ἐκεῖ ὁ θεὸς τοῦ Ισραηλ καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι -
Wj 24,17
LXX · N.NSN
τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ισραηλ -
Wj 26,30
LXX · N.ASN
καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ εἶδος τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει -
Wj 28,33
LXX · N.ASN
καὶ ποιήσεις ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν ὡσεὶ ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ τὸ αὐτὸ δὲ εἶδος ῥοίσκους χρυσοῦς καὶ κώδωνας ἀνὰ μέσον τούτων περικύκλῳ -
Kpł 13,43
LXX · N.NSN
καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις τῆς ἁφῆς λευκὴ πυρρίζουσα ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ὡς εἶδος λέπρας ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ -
Lb 8,4
LXX · N.ASN
καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας στερεὰ χρυσῆ ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς στερεὰ ὅλη κατὰ τὸ εἶδος ὃ ἔδειξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησεν τὴν λυχνίαν -
Lb 9,15
LXX · N.NSN
καὶ τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνή ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν τὸν οἶκον τοῦ μαρτυρίου καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί -
Lb 9,16
LXX · N.NSN
οὕτως ἐγίνετο διὰ παντός ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς τὴν νύκτα -
Lb 11,7
LXX · N.NSN
τὸ δὲ μαννα ὡσεὶ σπέρμα κορίου ἐστίν καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου -
Lb 11,7
LXX · N.NSN
τὸ δὲ μαννα ὡσεὶ σπέρμα κορίου ἐστίν καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου -
Lb 12,8
LXX · N.DSN
στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει καὶ οὐ δι᾿ αἰνιγμάτων καὶ τὴν δόξαν κυρίου εἶδεν καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ -
Pwt 21,11
LXX · N.DSN
καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει καὶ ἐνθυμηθῇς αὐτῆς καὶ λάβῃς αὐτὴν σαυτῷ γυναῖκα -
Sdz 13,6
LXX · N.NSN
καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα ἄνθρωπος θεοῦ ἦλθεν πρός με καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου θεοῦ φοβερὸν σφόδρα καὶ οὐκ ἠρώτησα αὐτόν πόθεν ἐστίν καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι -
Sdz 13,6
LXX · N.NSN
καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα ἄνθρωπος θεοῦ ἦλθεν πρός με καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου θεοῦ φοβερὸν σφόδρα καὶ οὐκ ἠρώτησα αὐτόν πόθεν ἐστίν καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι -
1 Sm 14,3
LXX · N.DSN
καὶ Αχια υἱὸς Αχιτωβ ἀδελφοῦ Ιωχαβηδ υἱοῦ Φινεες υἱοῦ Ηλι ἱερεὺς τοῦ θεοῦ ἐν Σηλωμ αἴρων εφουδ καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ιωναθαν -
1 Sm 16,18
LXX · N.DSN
καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν ἰδοὺ ἑόρακα υἱὸν τῷ Ιεσσαι Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν καὶ ὁ ἀνὴρ συνετός καὶ ὁ ἀνὴρ πολεμιστὴς καὶ σοφὸς λόγῳ καὶ ἀνὴρ ἀγαθὸς τῷ εἴδει καὶ κύριος μετ᾿ αὐτοῦ -
1 Sm 22,15
LXX · N.DSN
ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ μηδαμῶς μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾿ ὅλον τὸν οἶκον τοῦ πατρός μου ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν ἢ μέγα -
1 Sm 25,3
LXX · N.DSN
καὶ ὄνομα τῷ ἀνθρώπῳ Ναβαλ καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αβιγαια καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν καὶ ὁ ἄνθρωπος κυνικός -
2 Sm 11,2
LXX · N.DSN
καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδεν γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα -
2 Sm 11,16
LXX · N.DSN
καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ιωαβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν Ουριαν εἰς τὸν τόπον οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ -
2 Sm 13,1
LXX · N.DSN
καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Αβεσσαλωμ υἱῷ Δαυιδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα καὶ ὄνομα αὐτῇ Θημαρ καὶ ἠγάπησεν αὐτὴν Αμνων υἱὸς Δαυιδ -
Jdt 8,7
LXX · N.DSN
καὶ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα καὶ ὑπελίπετο αὐτῇ Μανασσης ὁ ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς καὶ ἔμενεν ἐπ᾿ αὐτῶν -
Jdt 11,23
LXX · N.DSN
καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας ὁ θεός σου ἔσται μου θεός καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονοσορ καθήσῃ καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν -
Est 2,2
LXX · N.DSN
καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως ζητηθήτω τῷ βασιλεῖ κοράσια ἄφθορα καλὰ τῷ εἴδει -
Est 2,3
LXX · N.DSN
καὶ καταστήσει ὁ βασιλεὺς κωμάρχας ἐν πάσαις ταῖς χώραις τῆς βασιλείας αὐτοῦ καὶ ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τῷ εἴδει εἰς Σουσαν τὴν πόλιν εἰς τὸν γυναικῶνα καὶ παραδοθήτωσαν τῷ εὐνούχῳ τοῦ βασιλέως τῷ φύλακι τῶν γυναικῶν καὶ δοθήτω σμῆγμα καὶ ἡ λοιπὴ ἐπιμέλεια -
Est 2,7
LXX · N.DSN
καὶ ἦν τούτῳ παῖς θρεπτή θυγάτηρ Αμιναδαβ ἀδελφοῦ πατρὸς αὐτοῦ καὶ ὄνομα αὐτῇ Εσθηρ ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει -
Hi 33,16
LXX · N.DPN
τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν -
Hi 41,10
LXX · N.NSN
ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου -
Prz 7,10
LXX · N.ASN
ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας -
Pnp 5,15
LXX · N.NSN
κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτὸς ὡς κέδροι -
Mdr 15,4
LXX · N.NSN
οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια οὐδὲ σκιαγράφων πόνος ἄκαρπος εἶδος σπιλωθὲν χρώμασιν διηλλαγμένοις -
Mdr 15,5
LXX · N.ASN
ὧν ὄψις ἄφροσιν εἰς ὄρεξιν ἔρχεται ποθεῖ τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν -
Syr 23,16
LXX · N.NPN
δύο εἴδη πληθύνουσιν ἁμαρτίας καὶ τὸ τρίτον ἐπάξει ὀργήν -
Syr 25,2
LXX · N.APN
τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν πτωχὸν ὑπερήφανον καὶ πλούσιον ψεύστην γέροντα μοιχὸν ἐλαττούμενον συνέσει -
Syr 43,1
LXX · N.ASN
γαυρίαμα ὕψους στερέωμα καθαριότητος εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης -
Iz 52,14
LXX · N.NSN
ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων -
Iz 53,2
LXX · N.NSN
ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον ὡς ῥίζα ἐν γῇ διψώσῃ οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα καὶ εἴδομεν αὐτόν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος -
Iz 53,2
LXX · N.ASN
ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον ὡς ῥίζα ἐν γῇ διψώσῃ οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα καὶ εἴδομεν αὐτόν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος -
Iz 53,3
LXX · N.NSN
ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη -
Jr 11,16
LXX · N.DSN
ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ᾿ αὐτήν μεγάλη ἡ θλῖψις ἐπὶ σέ ἠχρεώθησαν οἱ κλάδοι αὐτῆς -
Jr 15,3
LXX · N.APN
καὶ ἐκδικήσω ἐπ᾿ αὐτοὺς τέσσαρα εἴδη λέγει κύριος τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαφθοράν
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)