G1330 — 181 wystąpień
G1330 · διέρχομαι (dierchomai) · to pass through — δι-έρχομαι ; [in LXX for אֵבֶר, הָלַךְ, בּוֹא, etc. ;] ; __1. to go through, pass through ; ; __(a) of things : Mat.19:24 , Mrk.10:25 , Luk.2:35 , al.; ; __(b) of persons : Luk.19:4; with accusative loc., Luk.19:1 , Heb.4:14 , Act.12:10 ; before … [STEPBible CC BY]
Rdz 4Wj 3Kpł 1Lb 5Pwt 1Joz 131 Sm 122 Sm 81 Krl 32 Krl 31 Krn 32 Krn 5Ne 1Tb 1Jdt 6Est 11 Mch 62 Mch 3Hi 1Ps 16Prz 1Pnp 1Mdr 3Syr 3Iz 6Jr 6Lm 2Ez 12Jl 1Am 3Jon 1Mi 2Na 1Ha 1Za 1Mt 1Mk 2Łk 10J 2Dz 20Rz 11 Kor 32 Kor 1Hbr 1
-
Rdz 4,8
LXX · V.AAS1P
καὶ εἶπεν Καιν πρὸς Αβελ τὸν ἀδελφὸν αὐτοῦ διέλθωμεν εἰς τὸ πεδίον καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ καὶ ἀνέστη Καιν ἐπὶ Αβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν -
Rdz 15,17
LXX · V.AAI3P
ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς φλὸξ ἐγένετο καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων -
Rdz 22,5
LXX · V.FMI1P
καὶ εἶπεν Αβρααμ τοῖς παισὶν αὐτοῦ καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς -
Rdz 41,46
LXX · V.AAI3S
Ιωσηφ δὲ ἦν ἐτῶν τριάκοντα ὅτε ἔστη ἐναντίον Φαραω βασιλέως Αἰγύπτου ἐξῆλθεν δὲ Ιωσηφ ἐκ προσώπου Φαραω καὶ διῆλθεν πᾶσαν γῆν Αἰγύπτου -
Wj 12,12
LXX · V.FMI1S
καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν ἐγὼ κύριος -
Wj 14,20
LXX · V.AAI3S
καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς Ισραηλ καὶ ἔστη καὶ ἐγένετο σκότος καὶ γνόφος καὶ διῆλθεν ἡ νύξ καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα -
Wj 32,27
LXX · V.AAD2P
καὶ λέγει αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ θέσθε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διὰ τῆς παρεμβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ -
Kpł 26,6
LXX · V.FMI3S
καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν καὶ κοιμηθήσεσθε καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν -
Lb 20,17
LXX · V.FMI1P
παρελευσόμεθα διὰ τῆς γῆς σου οὐ διελευσόμεθα δι᾿ ἀγρῶν οὐδὲ δι᾿ ἀμπελώνων οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου ὁδῷ βασιλικῇ πορευσόμεθα οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου -
Lb 20,18
LXX · V.FMI2S
καὶ εἶπεν πρὸς αὐτὸν Εδωμ οὐ διελεύσῃ δι᾿ ἐμοῦ εἰ δὲ μή ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι -
Lb 20,20
LXX · V.FMI2S
ὁ δὲ εἶπεν οὐ διελεύσῃ δι᾿ ἐμοῦ καὶ ἐξῆλθεν Εδωμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ -
Lb 31,23
LXX · V.FMI3S
πᾶν πρᾶγμα ὃ διελεύσεται ἐν πυρί καὶ καθαρισθήσεται ἀλλ᾿ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός διελεύσεται δι᾿ ὕδατος -
Lb 31,23
LXX · V.FMI3S
πᾶν πρᾶγμα ὃ διελεύσεται ἐν πυρί καὶ καθαρισθήσεται ἀλλ᾿ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός διελεύσεται δι᾿ ὕδατος -
Pwt 2,7
LXX · V.AAI2S
ὁ γὰρ κύριος ὁ θεὸς ἡμῶν εὐλόγησέν σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἰδοὺ τεσσαράκοντα ἔτη κύριος ὁ θεός σου μετὰ σοῦ οὐκ ἐπεδεήθης ῥήματος -
Joz 3,2
LXX · V.AAI3P
καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς -
Joz 16,3
LXX · V.FMI3S
καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Απταλιμ ἕως τῶν ὁρίων Βαιθωρων τὴν κάτω καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν -
Joz 16,6
LXX · V.FMI3S
καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ικασμων ἀπὸ βορρᾶ Θερμα περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς Θηνασα καὶ Σελλησα καὶ παρελεύσεται ἀπ᾿ ἀνατολῶν εἰς Ιανωκα -
Joz 18,4
LXX · V.AAD3P
δότε ἐξ ὑμῶν τρεῖς ἄνδρας ἐκ φυλῆς καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου καθὰ δεήσει διελεῖν αὐτήν καὶ ἤλθοσαν πρὸς αὐτόν -
Joz 18,13
LXX · V.FMI3S
καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζα ἐπὶ νώτου Λουζα ἀπὸ λιβός αὕτη ἐστὶν Βαιθηλ καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορεχ ἐπὶ τὴν ὀρεινήν ἥ ἐστιν πρὸς λίβα Βαιθωρων ἡ κάτω -
Joz 18,14
LXX · V.FMI3S
καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρων λίβα καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβααλ αὕτη ἐστὶν Καριαθιαριν πόλις υἱῶν Ιουδα τοῦτό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν -
Joz 18,15
LXX · V.FMI3S
καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβααλ καὶ διελεύσεται ὅρια εἰς Γασιν ἐπὶ πηγὴν ὕδατος Ναφθω -
Joz 18,17
LXX · V.FMI3S
καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωθ ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμιν καὶ καταβήσεται ἐπὶ λίθον Βαιων υἱῶν Ρουβην -
Joz 18,18
LXX · V.FMI3S
καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβα ἀπὸ βορρᾶ καὶ καταβήσεται -
Joz 19,12
LXX · V.FMI3S
καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ᾿ ἀνατολῶν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι -
Joz 19,13
LXX · V.FMI3S
καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ᾿ ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα -
Joz 19,27
LXX · V.FMI3S
καὶ ἐπιστρέψει ἀπ᾿ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρᾶν καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ -
Joz 19,34
LXX · V.FMI3S
καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν ιακανα καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ Ιορδάνης ἀπ᾿ ἀνατολῶν ἡλίου -
1 Sm 2,30
LXX · V.FMI3S
διὰ τοῦτο τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ εἶπα ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος καὶ νῦν φησιν κύριος μηδαμῶς ἐμοί ὅτι ἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάσω καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται -
1 Sm 2,35
LXX · V.FMI3S
καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας -
1 Sm 6,20
LXX · V.AAN
καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμυς τίς δυνήσεται διελθεῖν ἐνώπιον κυρίου τοῦ ἁγίου τούτου καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς κυρίου ἀφ᾿ ἡμῶν -
1 Sm 9,4
LXX · V.AAI3P
καὶ διῆλθον δι᾿ ὄρους Εφραιμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχα καὶ οὐχ εὗρον καὶ διῆλθον διὰ τῆς γῆς Εασακεμ καὶ οὐκ ἦν καὶ διῆλθον διὰ τῆς γῆς Ιακιμ καὶ οὐχ εὗρον -
1 Sm 9,4
LXX · V.AAI3P
καὶ διῆλθον δι᾿ ὄρους Εφραιμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχα καὶ οὐχ εὗρον καὶ διῆλθον διὰ τῆς γῆς Εασακεμ καὶ οὐκ ἦν καὶ διῆλθον διὰ τῆς γῆς Ιακιμ καὶ οὐχ εὗρον -
1 Sm 9,4
LXX · V.AAI3P
καὶ διῆλθον δι᾿ ὄρους Εφραιμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχα καὶ οὐχ εὗρον καὶ διῆλθον διὰ τῆς γῆς Εασακεμ καὶ οὐκ ἦν καὶ διῆλθον διὰ τῆς γῆς Ιακιμ καὶ οὐχ εὗρον -
1 Sm 9,4
LXX · V.AAI3P
καὶ διῆλθον δι᾿ ὄρους Εφραιμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχα καὶ οὐχ εὗρον καὶ διῆλθον διὰ τῆς γῆς Εασακεμ καὶ οὐκ ἦν καὶ διῆλθον διὰ τῆς γῆς Ιακιμ καὶ οὐχ εὗρον -
1 Sm 9,27
LXX · V.AAD3S
αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως καὶ Σαμουηλ εἶπεν τῷ Σαουλ εἰπὸν τῷ νεανίσκῳ καὶ διελθέτω ἔμπροσθεν ἡμῶν καὶ σὺ στῆθι ὡς σήμερον καὶ ἄκουσον ῥῆμα θεοῦ -
1 Sm 12,2
LXX · V.XAI1S
καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν κἀγὼ γεγήρακα καὶ καθήσομαι καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης -
1 Sm 14,23
LXX · V.AAI3S
καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ισραηλ καὶ ὁ πόλεμος διῆλθεν τὴν Βαιθων καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαουλ ὡς δέκα χιλιάδες ἀνδρῶν καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Εφραιμ -
1 Sm 26,22
LXX · V.AAD3S
καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό -
1 Sm 30,31
LXX · V.AAI3S
καὶ τοῖς ἐν Χεβρων καὶ εἰς πάντας τοὺς τόπους οὓς διῆλθεν Δαυιδ ἐκεῖ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ -
2 Sm 7,7
LXX · V.AAI3P
ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ισραηλ εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ισραηλ ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ισραηλ λέγων τί ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον -
2 Sm 11,27
LXX · V.AAI3S
καὶ διῆλθεν τὸ πένθος καὶ ἀπέστειλεν Δαυιδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὃ ἐποίησεν Δαυιδ ἐν ὀφθαλμοῖς κυρίου -
2 Sm 15,34
LXX · V.API3P
καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς καὶ ἐρεῖς τῷ Αβεσσαλωμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νῦν παῖς σού εἰμι βασιλεῦ ἔασόν με ζῆσαι παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νῦν ἐγὼ δοῦλος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ -
2 Sm 15,34
LXX · V.XAI3S
καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς καὶ ἐρεῖς τῷ Αβεσσαλωμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νῦν παῖς σού εἰμι βασιλεῦ ἔασόν με ζῆσαι παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νῦν ἐγὼ δοῦλος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ -
2 Sm 17,22
LXX · V.AAI3S
καὶ ἀνέστη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ διέβησαν τὸν Ιορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθεν τὸν Ιορδάνην -
2 Sm 17,24
LXX · V.AAI3S
καὶ Δαυιδ διῆλθεν εἰς Μαναϊμ καὶ Αβεσσαλωμ διέβη τὸν Ιορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ισραηλ μετ᾿ αὐτοῦ -
2 Sm 20,14
LXX · V.AAI3S
καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ισραηλ εἰς Αβελ καὶ εἰς Βαιθμαχα καὶ πάντες ἐν Χαρρι καὶ ἐξεκκλησιάσθησαν καὶ ἦλθον κατόπισθεν αὐτοῦ -
2 Sm 24,2
LXX · V.AAD2S
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ᾿ αὐτοῦ δίελθε δὴ πάσας φυλὰς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ -
1 Krl 3,6
LXX · V.AAI3S
καὶ εἶπεν Σαλωμων σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυιδ τοῦ πατρός μου ἔλεος μέγα καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη -
1 Krl 18,5
LXX · V.AAS1P
καὶ εἶπεν Αχααβ πρὸς Αβδιου δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν κτηνῶν -
1 Krl 18,6
LXX · V.AAN
καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν Αχααβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος καὶ Αβδιου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)