G1309 — 15 wystąpień
G1309 · διαφεύγω (diapheugō) · to escape — δια-φεύγω ; [in LXX: Jos.8:22 (פָּלִיט), Jos.10:28 (שָׂרִיד), etc. ;] ; to flee through, escape : Act.27:42. †; (AS) [STEPBible CC BY]
Pwt 1Joz 42 Krl 1Jdt 11 Mch 12 Mch 2Prz 1Iz 1Jr 1Am 1Dz 1
-
Pwt 2,36
LXX · V.AAI3S
ἐξ Αροηρ ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Αρνων καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ Γαλααδ οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς τὰς πάσας παρέδωκεν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν -
Joz 8,22
LXX · V.XAPASM
καὶ οὗτοι ἐξήλθοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τῆς παρεμβολῆς οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν καὶ ἐπάταξαν ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα -
Joz 10,28
LXX · V.XAPNSM
καὶ τὴν Μακηδα ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδεὶς διασεσῳσμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδα ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω -
Joz 10,30
LXX · V.XAPNSM
καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας Ισραηλ καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδὲ εἷς διασεσῳσμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω -
Joz 10,33
LXX · V.XAPASM
τότε ἀνέβη Αιλαμ βασιλεὺς Γαζερ βοηθήσων τῇ Λαχις καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσῳσμένον καὶ διαπεφευγότα -
2 Krl 9,15
LXX · V.XAPNSM
καὶ ἀπέστρεψεν Ιωραμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν Ιεζραελ ἀπὸ τῶν πληγῶν ὧν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας καὶ εἶπεν Ιου εἰ ἔστιν ἡ ψυχὴ ὑμῶν μετ᾿ ἐμοῦ μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν Ιεζραελ -
Jdt 7,19
LXX · V.AAN
καὶ οἱ υἱοὶ Ισραηλ ἀνεβόησαν πρὸς κύριον θεὸν αὐτῶν ὅτι ὠλιγοψύχησεν τὸ πνεῦμα αὐτῶν ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν -
1 Mch 15,21
LXX · V.XAI3P
εἴ τινες οὖν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ὑμᾶς παράδοτε αὐτοὺς Σιμωνι τῷ ἀρχιερεῖ ὅπως ἐκδικήσῃ αὐτοὺς κατὰ τὸν νόμον αὐτῶν -
2 Mch 7,31
LXX · V.AAS2S
σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Εβραίους οὐ μὴ διαφύγῃς τὰς χεῖρας τοῦ θεοῦ -
2 Mch 12,35
LXX · V.AAI3S
Δοσίθεος δέ τις τῶν τοῦ Βακήνορος ἔφιππος ἀνὴρ καὶ καρτερός εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος διέφυγεν ὁ Γοργίας εἰς Μαρισα -
Prz 19,5
LXX · V.FMI3S
μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται -
Iz 10,14
LXX · V.FMI3S
καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι -
Jr 11,15
LXX · V.FMI2S
τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου ἢ τούτοις διαφεύξῃ -
Am 9,1
LXX · V.AAS3S
εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου καὶ εἶπεν πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεφαλὰς πάντων καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασῳζόμενος -
Dz 27,42
SBLGNT · 3AAS-S--
τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ·
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)