G1289 — 68 wystąpień
G1289 · διασπείρω (diaspeirō) · to scatter — δια-σπείρω ; [frequently in LXX for פּוּץ, etc. ;] ; to scatter abroad, disperse : Act.8:1, 4 11:19 .†; (AS) [STEPBible CC BY]
Rdz 7Wj 1Kpł 1Pwt 41 Sm 52 Sm 21 Krl 22 Krl 12 Krn 1Tb 1Jdt 1Est 21 Mch 1Ps 1Iz 7Jr 8Ba 4Ez 15Jl 1Dz 3
-
Rdz 9,19
LXX · V.API3P
τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νωε ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν -
Rdz 10,18
LXX · V.API3P
καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Αμαθι καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων -
Rdz 10,32
LXX · V.API3P
αὗται αἱ φυλαὶ υἱῶν Νωε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν -
Rdz 11,4
LXX · V.APN
καὶ εἶπαν δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς -
Rdz 11,8
LXX · V.AAI3S
καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον -
Rdz 11,9
LXX · V.AAI3S
διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις ὅτι ἐκεῖ συνέχεεν κύριος τὰ χείλη πάσης τῆς γῆς καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς -
Rdz 49,7
LXX · V.FAI1S
ἐπικατάρατος ὁ θυμὸς αὐτῶν ὅτι αὐθάδης καὶ ἡ μῆνις αὐτῶν ὅτι ἐσκληρύνθη διαμεριῶ αὐτοὺς ἐν Ιακωβ καὶ διασπερῶ αὐτοὺς ἐν Ισραηλ -
Wj 5,12
LXX · V.API3S
καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλῃ Αἰγύπτῳ συναγαγεῖν καλάμην εἰς ἄχυρα -
Kpł 26,33
LXX · V.FAI1S
καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι -
Pwt 4,27
LXX · V.FAI3S
καὶ διασπερεῖ κύριος ὑμᾶς ἐν πᾶσιν τοῖς ἔθνεσιν καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν τοῖς ἔθνεσιν εἰς οὓς εἰσάξει κύριος ὑμᾶς ἐκεῖ -
Pwt 28,64
LXX · V.FAI3S
καὶ διασπερεῖ σε κύριος ὁ θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ᾿ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις ξύλοις καὶ λίθοις οὓς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου -
Pwt 32,8
LXX · V.AAI3S
ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη ὡς διέσπειρεν υἱοὺς Αδαμ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ -
Pwt 32,26
LXX · V.FAI1S
εἶπα διασπερῶ αὐτούς παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν -
1 Sm 11,11
LXX · V.API3P
καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαουλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ πρωινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Αμμων ἕως διεθερμάνθη ἡ ἡμέρα καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό -
1 Sm 13,8
LXX · V.API3S
καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ ὡς εἶπεν Σαμουηλ καὶ οὐ παρεγένετο Σαμουηλ εἰς Γαλγαλα καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ᾿ αὐτοῦ -
1 Sm 13,11
LXX · V.API3S
καὶ εἶπεν Σαμουηλ τί πεποίηκας καὶ εἶπεν Σαουλ ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ᾿ ἐμοῦ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχεμας -
1 Sm 14,23
LXX · V.XMPNSM
καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ισραηλ καὶ ὁ πόλεμος διῆλθεν τὴν Βαιθων καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαουλ ὡς δέκα χιλιάδες ἀνδρῶν καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Εφραιμ -
1 Sm 14,34
LXX · V.AAD2P
καὶ εἶπεν Σαουλ διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ καὶ σφαζέτω ἐπὶ τούτου καὶ οὐ μὴ ἁμάρτητε τῷ κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι καὶ προσῆγεν πᾶς ὁ λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσφαζον ἐκεῖ -
2 Sm 18,8
LXX · V.XPPNSM
καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ -
2 Sm 20,22
LXX · V.API3P
καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σαβεε υἱοῦ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ καὶ Ιωαβ ἀπέστρεψεν εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα -
1 Krl 12,24
LXX · V.API3S
τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ ὅτι παρ᾿ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα κυρίου καὶ ὁ βασιλεὺς Σαλωμων κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν Ιερουσαλημ υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααναν θυγάτηρ Αναν υἱοῦ Ναας βασιλέως υἱῶν Αμμων καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἦν ἄνθρωπος ἐξ ὄρους Εφραιμ δοῦλος τῷ Σαλωμων καὶ ὄνομα αὐτῷ Ιεροβοαμ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρα γυνὴ πόρνη καὶ ἔδωκεν αὐτὸν Σαλωμων εἰς ἄρχοντα σκυτάλης ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηφ καὶ ᾠκοδόμησεν τῷ Σαλωμων τὴν Σαριρα τὴν ἐν ὄρει Εφραιμ καὶ ἦσαν αὐτῷ ἅρματα τριακόσια ἵππων οὗτος ᾠκοδόμησεν τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Εφραιμ οὗτος συνέκλεισεν τὴν πόλιν Δαυιδ καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν καὶ ἐζήτει Σαλωμων θανατῶσαι αὐτόν καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἦν μετ᾿ αὐτοῦ ἕως ἀπέθανεν Σαλωμων καὶ ἤκουσεν Ιεροβοαμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκεν Σαλωμων καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακιμ βασιλέως Αἰγύπτου λέγων ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου καὶ εἶπεν αὐτῷ Σουσακιμ αἴτησαί τι αἴτημα καὶ δώσω σοι καὶ Σουσακιμ ἔδωκεν τῷ Ιεροβοαμ τὴν Ανω ἀδελφὴν Θεκεμινας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως καὶ ἔτεκεν τῷ Ιεροβοαμ τὸν Αβια υἱὸν αὐτοῦ καὶ εἶπεν Ιεροβοαμ πρὸς Σουσακιμ ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι καὶ ἐξῆλθεν Ιεροβοαμ ἐξ Αἰγύπτου καὶ ἦλθεν εἰς γῆν Σαριρα τὴν ἐν ὄρει Εφραιμ καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Εφραιμ καὶ ᾠκοδόμησεν Ιεροβοαμ ἐκεῖ χάρακα καὶ ἠρρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σφόδρα καὶ ἐπορεύθη Ιεροβοαμ ἐπερωτῆσαι ὑπὲρ τοῦ παιδαρίου καὶ εἶπε πρὸς Ανω τὴν γυναῖκα αὐτοῦ ἀνάστηθι καὶ πορεύου ἐπερώτησον τὸν θεὸν ὑπὲρ τοῦ παιδαρίου εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ καὶ ἄνθρωπος ἦν ἐν Σηλω καὶ ὄνομα αὐτῷ Αχια καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν καὶ ῥῆμα κυρίου μετ᾿ αὐτοῦ καὶ εἶπεν Ιεροβοαμ πρὸς τὴν γυναῖκα αὐτοῦ ἀνάστηθι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος καὶ ἀνέστη ἡ γυνὴ καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τῷ Αχια καὶ ὁ ἄνθρωπος πρεσβύτερος καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ βλέπειν καὶ ἀνέστη ἐκ Σαριρα καὶ πορεύεται καὶ ἐγένετο εἰσελθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς Αχια τὸν Σηλωνίτην καὶ εἶπεν Αχια τῷ παιδαρίῳ αὐτοῦ ἔξελθε δὴ εἰς ἀπαντὴν Ανω τῇ γυναικὶ Ιεροβοαμ καὶ ἐρεῖς αὐτῇ εἴσελθε καὶ μὴ στῇς ὅτι τάδε λέγει κύριος σκληρὰ ἐγὼ ἐπαποστελῶ ἐπὶ σέ καὶ εἰσῆλθεν Ανω πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ καὶ εἶπεν αὐτῇ Αχια ἵνα τί μοι ἐνήνοχας ἄρτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος τάδε λέγει κύριος ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ᾿ ἐμοῦ καὶ ἔσται εἰσελθούσης σου τὴν πύλην εἰς Σαριρα καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσίν σοι τὸ παιδάριον τέθνηκεν ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξολεθρεύσω τοῦ Ιεροβοαμ οὐροῦντα πρὸς τοῖχον καὶ ἔσονται οἱ τεθνηκότες τοῦ Ιεροβοαμ ἐν τῇ πόλει καταφάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὸ παιδάριον κόψονται οὐαὶ κύριε ὅτι εὑρέθη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ κυρίου καὶ ἀπῆλθεν ἡ γυνή ὡς ἤκουσεν καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρα καὶ τὸ παιδάριον ἀπέθανεν καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν καὶ ἐπορεύθη Ιεροβοαμ εἰς Σικιμα τὴν ἐν ὄρει Εφραιμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ισραηλ καὶ ἀνέβη ἐκεῖ Ροβοαμ υἱὸς Σαλωμων καὶ λόγος κυρίου ἐγένετο πρὸς Σαμαιαν τὸν Ελαμι λέγων λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα καὶ δώσεις τῷ Ιεροβοαμ καὶ ἐρεῖς αὐτῷ τάδε λέγει κύριος λαβὲ σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσθαι σε καὶ ἔλαβεν Ιεροβοαμ καὶ εἶπεν Σαμαιας τάδε λέγει κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ισραηλ καὶ εἶπεν ὁ λαὸς πρὸς Ροβοαμ υἱὸν Σαλωμων ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ καὶ νῦν εἰ κουφιεῖς σὺ ἐφ᾿ ἡμᾶς καὶ δουλεύσομέν σοι καὶ εἶπεν Ροβοαμ πρὸς τὸν λαόν ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα καὶ εἶπεν Ροβοαμ εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους καὶ συμβουλεύσομαι μετ᾿ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐλάλησεν Ροβοαμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτόν καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ οὕτως ἐλάλησεν πρὸς σὲ ὁ λαός καὶ διεσκέδασεν Ροβοαμ τὴν βουλὴν αὐτῶν καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά καὶ ταῦτα ἀπέστειλεν πρός με λέγων ὁ λαός καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν ἐγὼ δὲ κατάρξω ὑμῶν ἐν σκορπίοις καὶ ἤρεσεν τὸ ῥῆμα ἐνώπιον Ροβοαμ καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια καὶ εἶπεν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς ἕκαστος τῷ πλησίον αὐτοῦ καὶ ἀνέκραξαν ἅπαντες λέγοντες οὐ μερὶς ἡμῖν ἐν Δαυιδ οὐδὲ κληρονομία ἐν υἱῷ Ιεσσαι εἰς τὰ σκηνώματά σου Ισραηλ ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικιμων καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ καὶ κατεκράτησεν Ροβοαμ καὶ ἀπῆλθεν καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς Ιερουσαλημ καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ιουδα καὶ πᾶν σκῆπτρον Βενιαμιν καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισεν Ροβοαμ πάντα ἄνδρα Ιουδα καὶ Βενιαμιν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ιεροβοαμ εἰς Σικιμα καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων εἰπὸν τῷ Ροβοαμ βασιλεῖ Ιουδα καὶ πρὸς πάντα οἶκον Ιουδα καὶ Βενιαμιν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ισραηλ ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ὅτι παρ᾿ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ ἀνέσχον τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα κυρίου -
1 Krl 22,17
LXX · V.XMPASM
καὶ εἶπεν Μιχαιας οὐχ οὕτως ἑώρακα πάντα τὸν Ισραηλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ᾧ οὐκ ἔστιν ποιμήν καὶ εἶπεν κύριος οὐ κύριος τούτοις ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ -
2 Krl 25,5
LXX · V.API3S
καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν Αραβωθ Ιεριχω καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ -
2 Krn 18,16
LXX · V.XMPAPM
καὶ εἶπεν εἶδον τὸν Ισραηλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν καὶ εἶπεν κύριος οὐκ ἔχουσιν ἡγούμενον ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ -
Tb 13,3
LXX · V.AAI3S
ἐξομολογεῖσθε αὐτῷ οἱ υἱοὶ Ισραηλ ἐνώπιον τῶν ἐθνῶν ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς -
Jdt 5,19
LXX · V.API3P
καὶ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν θεὸν αὐτῶν ἀνέβησαν ἐκ τῆς διασπορᾶς οὗ διεσπάρησαν ἐκεῖ καὶ κατέσχον τὴν Ιερουσαλημ οὗ τὸ ἁγίασμα αὐτῶν καὶ κατῳκίσθησαν ἐν τῇ ὀρεινῇ ὅτι ἦν ἔρημος -
Est 3,8
LXX · V.XMPNSN
καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα Ἀρταξέρξην λέγων ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσιν καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς -
Est 9,19
LXX · V.XMPNPM
διὰ τοῦτο οὖν οἱ Ιουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσιν τὴν τεσσαρεσκαιδεκάτην τοῦ Αδαρ ἡμέραν ἀγαθὴν μετ᾿ εὐφροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον οἱ δὲ κατοικοῦντες ἐν ταῖς μητροπόλεσιν καὶ τὴν πεντεκαιδεκάτην τοῦ Αδαρ ἡμέραν εὐφροσύνην ἀγαθὴν ἄγουσιν ἐξαποστέλλοντες μερίδας τοῖς πλησίον -
1 Mch 11,47
LXX · V.API3P
καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς Ιουδαίους ἐπὶ βοήθειαν καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα καὶ διεσπάρησαν ἐν τῇ πόλει καὶ ἀπέκτειναν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα -
Ps 44,12
LXX · V.AAI2S
ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως καὶ ἐν τοῖς ἔθνεσιν διέσπειρας ἡμᾶς -
Iz 11,12
LXX · V.XMPAPM
καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους Ισραηλ καὶ τοὺς διεσπαρμένους τοῦ Ιουδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς -
Iz 24,1
LXX · V.FAI3S
ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ -
Iz 32,6
LXX · V.AAN
ὁ γὰρ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι -
Iz 33,3
LXX · V.API3P
διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου καὶ διεσπάρησαν τὰ ἔθνη -
Iz 35,8
LXX · V.XMPNPM
ἐκεῖ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾿ αὐτῆς καὶ οὐ μὴ πλανηθῶσιν -
Iz 41,16
LXX · V.FAI3S
καὶ λικμήσεις καὶ ἄνεμος λήμψεται αὐτούς καὶ καταιγὶς διασπερεῖ αὐτούς σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ισραηλ καὶ ἀγαλλιάσονται -
Iz 56,8
LXX · V.XMPAPM
εἶπεν κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ισραηλ ὅτι συνάξω ἐπ᾿ αὐτὸν συναγωγήν -
Jr 13,24
LXX · V.AAI1S
καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ὑπὸ ἀνέμου εἰς ἔρημον -
Jr 15,7
LXX · V.FAI1S
καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν -
Jr 18,17
LXX · V.FAI1S
ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν -
Jr 25,16
LXX · V.FAI1S
καὶ ἐπάξω ἐπὶ Αιλαμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσιν τοῖς ἀνέμοις τούτοις καὶ οὐκ ἔσται ἔθνος ὃ οὐχ ἥξει ἐκεῖ οἱ ἐξωσμένοι Αιλαμ -
Jr 30,21
LXX · V.FPI2P
ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ εἶπεν κύριος ἀπὸ πάσης τῆς περιοίκου σου καὶ διασπαρήσεσθε ἕκαστος εἰς πρόσωπον αὐτοῦ καὶ οὐκ ἔσται ὁ συνάγων -
Jr 39,37
LXX · V.AAI1S
ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ παροξυσμῷ μεγάλῳ καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας -
Jr 47,15
LXX · V.APS3S
καὶ Ιωαναν εἶπεν τῷ Γοδολια κρυφαίως ἐν Μασσηφα πορεύσομαι δὴ καὶ πατάξω τὸν Ισμαηλ καὶ μηθεὶς γνώτω μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ιουδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ιουδα -
Jr 52,8
LXX · V.API3P
καὶ κατεδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν τῷ πέραν Ιεριχω καὶ πάντες οἱ παῖδες αὐτοῦ διεσπάρησαν ἀπ᾿ αὐτοῦ -
Ba 2,4
LXX · V.AAI3S
καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν εἰς ὀνειδισμὸν καὶ εἰς ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ οὗ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖ -
Ba 2,13
LXX · V.AAI2S
ἀποστραφήτω ὁ θυμός σου ἀφ᾿ ἡμῶν ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ -
Ba 2,29
LXX · V.FAI1S
ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου ἦ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν οὗ διασπερῶ αὐτοὺς ἐκεῖ -
Ba 3,8
LXX · V.AAI2S
ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεοῦ ἡμῶν -
Ez 11,17
LXX · V.AAI1S
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ισραηλ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)