G1279 — 46 wystąpień
G1279 · διαπορεύω (diaporeuō) · to go through — δια-πορεύω ; [in LXX for עָבַר, הָלַךְ, etc. ;] ; to carry over . Pass., to pass across, journey through : absol., Luk.18:36 , Rom.15:24 ; before κατὰ πόλεις κ. κώμας, Luk.13:22; διά, with genitive, Mrk.2:23 , Luk.6:1 (cf. Pro.9:12 with, Wis.3:… [STEPBible CC BY]
Lb 2Joz 11 Sm 21 Krl 22 Krl 32 Krn 21 Mch 4Hi 2Ps 9Prz 2Syr 1Iz 2Jr 1Ez 5Dn 1So 1Za 1Łk 3Dz 1Rz 1
-
Lb 11,8
LXX · V.IMI3S
καὶ διεπορεύετο ὁ λαὸς καὶ συνέλεγον καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν τῇ θυίᾳ καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ καὶ ἐποίουν αὐτὸ ἐγκρυφίας καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου -
Lb 31,23
LXX · V.PMS3S
πᾶν πρᾶγμα ὃ διελεύσεται ἐν πυρί καὶ καθαρισθήσεται ἀλλ᾿ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός διελεύσεται δι᾿ ὕδατος -
Joz 15,3
LXX · V.PMI3S
καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Καδης -
1 Sm 12,2
LXX · V.PMI3S
καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν κἀγὼ γεγήρακα καὶ καθήσομαι καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης -
1 Sm 29,3
LXX · V.PMPNPM
καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων τίνες οἱ διαπορευόμενοι οὗτοι καὶ εἶπεν Αγχους πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων οὐχ οὗτος Δαυιδ ὁ δοῦλος Σαουλ βασιλέως Ισραηλ γέγονεν μεθ᾿ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾿ ἧς ἡμέρας ἐνέπεσεν πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης -
1 Krl 9,8
LXX · V.PMPNSM
καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν ἕνεκα τίνος ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ -
1 Krl 18,35
LXX · V.IMI3S
καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου καὶ τὴν θααλα ἔπλησαν ὕδατος -
2 Krl 4,9
LXX · V.PMI3S
καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ᾿ ἡμᾶς διὰ παντός -
2 Krl 6,26
LXX · V.PMPNSM
καὶ ἦν ὁ βασιλεὺς Ισραηλ διαπορευόμενος ἐπὶ τοῦ τείχους καὶ γυνὴ ἐβόησεν πρὸς αὐτὸν λέγουσα σῶσον κύριε βασιλεῦ -
2 Krl 6,30
LXX · V.IMI3S
καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ισραηλ τοὺς λόγους τῆς γυναικός διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν -
2 Krn 7,21
LXX · V.PMPNSM
καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός πᾶς ὁ διαπορευόμενος αὐτὸν ἐκστήσεται καὶ ἐρεῖ χάριν τίνος ἐποίησεν κύριος τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ -
2 Krn 30,10
LXX · V.PMPNPM
καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει Εφραιμ καὶ Μανασση καὶ ἕως Ζαβουλων καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμωκώμενοι -
1 Mch 3,37
LXX · V.IMI3S
καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας -
1 Mch 5,66
LXX · V.IMI3S
καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων καὶ διεπορεύετο τὴν Μαρισαν -
1 Mch 6,1
LXX · V.IMI3S
καὶ ὁ βασιλεὺς Ἀντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν Ἐλυμαῒς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ ἀργυρίῳ καὶ χρυσίῳ -
1 Mch 11,60
LXX · V.IMI3S
καὶ ἐξῆλθεν Ιωναθαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσιν καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πᾶσα δύναμις Συρίας εἰς συμμαχίαν καὶ ἦλθεν εἰς Ἀσκαλῶνα καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως -
Hi 2,2
LXX · V.APPNSM
καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ πόθεν σὺ ἔρχῃ τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ κυρίου διαπορευθεὶς τὴν ὑπ᾿ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι -
Hi 22,14
LXX · V.FMI3S
νέφη ἀποκρυφὴ αὐτοῦ καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύσεται -
Ps 8,9
LXX · V.PMPAPN
τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης τὰ διαπορευόμενα τρίβους θαλασσῶν -
Ps 39,7
LXX · V.PMI3S
μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος πλὴν μάτην ταράσσονται θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά -
Ps 58,8
LXX · V.PMPNSN
ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν -
Ps 68,22
LXX · V.PMPGPM
πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν -
Ps 77,18
LXX · V.PMI3P
φωνὴν ἔδωκαν αἱ νεφέλαι καὶ γὰρ τὰ βέλη σου διαπορεύονται -
Ps 82,5
LXX · V.PMI3P
οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν ἐν σκότει διαπορεύονται σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς -
Ps 91,6
LXX · V.PMPGSN
ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ -
Ps 101,2
LXX · V.IMI1S
ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ πότε ἥξεις πρός με διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου -
Ps 104,26
LXX · V.PMI3P
ἐκεῖ πλοῖα διαπορεύονται δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ -
Prz 5,16
LXX · V.PMD3S
μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα -
Prz 9,12
LXX · V.PMI3S
υἱέ ἐὰν σοφὸς γένῃ σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον ἐὰν δὲ κακὸς ἀποβῇς μόνος ἀναντλήσεις κακά ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν οὗτος ποιμανεῖ ἀνέμους ὁ δ᾿ αὐτὸς διώξεται ὄρνεα πετόμενα ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται διαπορεύεται δὲ δι᾿ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν συνάγει δὲ χερσὶν ἀκαρπίαν -
Syr 8,16
LXX · V.PMD2S
μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ᾿ αὐτοῦ τὴν ἔρημον ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλεῖ σε -
Iz 11,15
LXX · V.PMN
καὶ ἐρημώσει κύριος τὴν θάλασσαν Αἰγύπτου καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν -
Iz 30,25
LXX · V.PMPNSN
καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσιν πύργοι -
Jr 18,16
LXX · V.PMPNPM
τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον πάντες οἱ διαπορευόμενοι δι᾿ αὐτῆς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεφαλὴν αὐτῶν -
Ez 20,26
LXX · V.PMN
καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν ὅπως ἀφανίσω αὐτούς -
Ez 21,21
LXX · V.PMD2S
διαπορεύου ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται -
Ez 33,15
LXX · V.PMS3S
καὶ ἐνεχύρασμα ἀποδῷ καὶ ἅρπαγμα ἀποτείσῃ ἐν προστάγμασιν ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ -
Ez 33,28
LXX · V.PMPASM
καὶ δώσω τὴν γῆν ἔρημον καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ισραηλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον -
Ez 39,15
LXX · V.PMPNSM
καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρ᾿ αὐτὸ σημεῖον ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ -
Dn 4,29
LXX · V.IMI3S
καὶ μετὰ μῆνας δώδεκα ὁ βασιλεὺς ἐπὶ τῶν τειχῶν τῆς πόλεως μετὰ πάσης τῆς δόξης αὐτοῦ περιεπάτει καὶ ἐπὶ τῶν πύργων αὐτῆς διεπορεύετο -
So 2,15
LXX · V.PMPNSM
αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικοῦσα ἐπ᾿ ἐλπίδι ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν μετ᾿ ἐμὲ ἔτι πῶς ἐγενήθη εἰς ἀφανισμόν νομὴ θηρίων πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ -
Za 9,8
LXX · V.PMN
καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν καὶ οὐ μὴ ἐπέλθῃ ἐπ᾿ αὐτοὺς οὐκέτι ἐξελαύνων διότι νῦν ἑώρακα ἐν τοῖς ὀφθαλμοῖς μου -
Łk 6,1
SBLGNT · -PMN----
Ἐγένετο δὲ ἐν σαββάτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν. -
Łk 13,22
SBLGNT · 3IMI-S--
Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα. -
Łk 18,36
SBLGNT · -PMPGSM-
ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο· -
Dz 16,4
SBLGNT · 3IMI-P--
ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις. -
Rz 15,24
SBLGNT · -PMPNSM-
ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ—
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)