G1234 — 12 wystąpień
G1234 · διαγογγύζω (diagonguzō) · to murmur — δια-γογγύζω ; [in LXX chiefly for לין, לון, as Exo.16:2 , and cf. Si 34(31):24 ;] ; of a number, to murmur or mutter among themselves : Luk.15:2 19:7 .†; (AS) [STEPBible CC BY]
Wj 4Lb 3Pwt 1Joz 1Syr 1Łk 2
-
Wj 15,24
LXX · V.IAI3S
καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυσῆν λέγοντες τί πιόμεθα -
Wj 16,2
LXX · V.IAI3S
διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἐπὶ Μωυσῆν καὶ Ααρων -
Wj 16,7
LXX · V.PAI2P
καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ θεῷ ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ᾿ ἡμῶν -
Wj 16,8
LXX · V.PAI2P
καὶ εἶπεν Μωυσῆς ἐν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν ὃν ὑμεῖς διαγογγύζετε καθ᾿ ἡμῶν ἡμεῖς δὲ τί ἐσμεν οὐ γὰρ καθ᾿ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν ἀλλ᾿ ἢ κατὰ τοῦ θεοῦ -
Lb 14,2
LXX · V.IAI3P
καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ααρων πάντες οἱ υἱοὶ Ισραηλ καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή ὄφελον ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν -
Lb 14,36
LXX · V.AAI3P
καὶ οἱ ἄνθρωποι οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ παραγενηθέντες διεγόγγυσαν κατ᾿ αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς -
Lb 16,11
LXX · V.PAI2P
οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν θεόν καὶ Ααρων τίς ἐστιν ὅτι διαγογγύζετε κατ᾿ αὐτοῦ -
Pwt 1,27
LXX · V.IAI2P
καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε διὰ τὸ μισεῖν κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας Αμορραίων ἐξολεθρεῦσαι ἡμᾶς -
Joz 9,18
LXX · V.AAI3P
καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ισραηλ ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ισραηλ καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν -
Syr 31,24
LXX · V.FAI3S
πονηρῷ ἐπ᾿ ἄρτῳ διαγογγύσει πόλις καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής -
Łk 15,2
SBLGNT · 3IAI-P--
καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. -
Łk 19,7
SBLGNT · 3IAI-P--
καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)