G1154 — 62 wystąpień
G1154 · Δαμασκός (Damaskos) · Damascus — Δαμασκός , -οῦ, ἡ (Heb. דַּמֶּשֶׂק), ; Damascus : Act.9.2ff. 22:5ff.26.12,20 , 2Co.11:32 , Gal.1:17 .†; (AS) [STEPBible CC BY]
Rdz 22 Sm 21 Krl 32 Krl 81 Krn 22 Krn 4Jdt 31 Mch 2Pnp 1Iz 6Jr 3Ez 5Am 4So 1Za 1Dz 132 Kor 1Ga 1
-
Rdz 14,15
LXX · N.GS
καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ ἐδίωξεν αὐτοὺς ἕως Χωβα ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ -
Rdz 15,2
LXX · N.NS
λέγει δὲ Αβραμ δέσποτα τί μοι δώσεις ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος ὁ δὲ υἱὸς Μασεκ τῆς οἰκογενοῦς μου οὗτος Δαμασκὸς Ελιεζερ -
2 Sm 8,5
LXX · N.GSF
καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Αδρααζαρ βασιλεῖ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν -
2 Sm 8,6
LXX · N.ASF
καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο -
1 Krl 15,18
LXX · N.DSF
καὶ ἔλαβεν Ασα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ασα πρὸς υἱὸν Αδερ υἱὸν Ταβερεμμαν υἱοῦ Αζιν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ λέγων -
1 Krl 19,15
LXX · N.GSF
καὶ εἶπεν κύριος πρὸς αὐτόν πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τῆς Συρίας -
1 Krl 21,34
LXX · N.DSF
καὶ εἶπεν πρὸς αὐτόν τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου ἀποδώσω σοι καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν -
2 Krl 5,12
LXX · N.GSF
οὐχὶ ἀγαθὸς Αβανα καὶ Φαρφαρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ Ιορδάνην καὶ πάντα τὰ ὕδατα Ισραηλ οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι καὶ ἐξέκλινεν καὶ ἀπῆλθεν ἐν θυμῷ -
2 Krl 8,7
LXX · N.ASF
καὶ ἦλθεν Ελισαιε εἰς Δαμασκόν καὶ υἱὸς Αδερ βασιλεὺς Συρίας ἠρρώστει καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ἥκει ὁ ἄνθρωπος τοῦ θεοῦ ἕως ὧδε -
2 Krl 8,9
LXX · N.GSF
καὶ ἐπορεύθη Αζαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβεν μαναα ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ ἄρσιν τεσσαράκοντα καμήλων καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ελισαιε ὁ υἱός σου υἱὸς Αδερ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης -
2 Krl 14,28
LXX · N.ASF
καὶ τὰ λοιπὰ τῶν λόγων Ιεροβοαμ καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν Δαμασκὸν καὶ τὴν Αιμαθ τῷ Ιουδα ἐν Ισραηλ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ -
2 Krl 16,9
LXX · N.ASF
καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ραασσων ἐθανάτωσεν -
2 Krl 16,10
LXX · N.ASF
καὶ ἐπορεύθη βασιλεὺς Αχαζ εἰς ἀπαντὴν τῷ Θαγλαθφελλασαρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν καὶ εἶδεν τὸ θυσιαστήριον ἐν Δαμασκῷ καὶ ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ πρὸς Ουριαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ εἰς πᾶσαν ποίησιν αὐτοῦ -
2 Krl 16,10
LXX · N.DSF
καὶ ἐπορεύθη βασιλεὺς Αχαζ εἰς ἀπαντὴν τῷ Θαγλαθφελλασαρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν καὶ εἶδεν τὸ θυσιαστήριον ἐν Δαμασκῷ καὶ ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ πρὸς Ουριαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ εἰς πᾶσαν ποίησιν αὐτοῦ -
2 Krl 16,11
LXX · N.GSF
καὶ ᾠκοδόμησεν Ουριας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ ἐκ Δαμασκοῦ -
1 Krn 18,5
LXX · N.GSM
καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Αδρααζαρ βασιλεῖ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν -
1 Krn 18,6
LXX · N.ASM
καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν καὶ ἦσαν τῷ Δαυιδ εἰς παῖδας φέροντας δῶρα καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο -
2 Krn 16,2
LXX · N.DSM
καὶ ἔλαβεν Ασα χρυσίον καὶ ἀργύριον ἐκ θησαυρῶν οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν τοῦ Αδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων -
2 Krn 24,23
LXX · N.GSM
καὶ ἐγένετο μετὰ τὴν συντέλειαν τοῦ ἐνιαυτοῦ ἀνέβη ἐπ᾿ αὐτὸν δύναμις Συρίας καὶ ἦλθεν ἐπὶ Ιουδαν καὶ ἐπὶ Ιερουσαλημ καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας τοῦ λαοῦ ἐν τῷ λαῷ καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπέστειλαν τῷ βασιλεῖ Δαμασκοῦ -
2 Krn 28,5
LXX · N.ASM
καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως Ισραηλ παρέδωκεν αὐτόν καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην -
2 Krn 28,23
LXX · N.GSM
ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με καὶ εἶπεν ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς αὐτοῖς τοίνυν θύσω καὶ ἀντιλήμψονταί μου καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ισραηλ -
Jdt 1,7
LXX · N.ASM
καὶ ἀπέστειλεν Ναβουχοδονοσορ βασιλεὺς Ἀσσυρίων ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν Περσίδα καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας πρὸς δυσμαῖς τοὺς κατοικοῦντας τὴν Κιλικίαν καὶ Δαμασκὸν καὶ τὸν Λίβανον καὶ Ἀντιλίβανον καὶ πάντας τοὺς κατοικοῦντας κατὰ πρόσωπον τῆς παραλίας -
Jdt 2,27
LXX · N.GSM
καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐνέπρησεν πάντας τοὺς ἀγροὺς αὐτῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσεν καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησεν καὶ ἐπάταξεν πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας -
Jdt 15,5
LXX · N.ASM
ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ισραηλ πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ᾿ αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβα ὡσαύτως δὲ καὶ οἱ ἐξ Ιερουσαλημ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν καὶ οἱ ἐν Γαλααδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς -
1 Mch 11,62
LXX · N.GS
καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης Ιωναθαν καὶ ἔδωκεν αὐτοῖς δεξιὰς καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἀρχόντων αὐτῶν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ιερουσαλημ καὶ διῆλθεν τὴν χώραν ἕως Δαμασκοῦ -
1 Mch 12,32
LXX · N.AS
καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ -
Pnp 7,5
LXX · N.GS
τράχηλός σου ὡς πύργος ἐλεφάντινος ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις θυγατρὸς πολλῶν μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ -
Iz 7,8
LXX · N.NSM
ἀλλ᾿ ἡ κεφαλὴ Αραμ Δαμασκός ἀλλ᾿ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Εφραιμ ἀπὸ λαοῦ -
Iz 8,4
LXX · N.GSM
διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων -
Iz 10,9
LXX · N.ASM
καὶ ἐρεῖ οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλαννη οὗ ὁ πύργος ᾠκοδομήθη καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν -
Iz 17,1
LXX · N.GSM
τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν -
Iz 17,1
LXX · N.GSM
τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν -
Iz 17,3
LXX · N.DSM
καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Εφραιμ καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ισραηλ καὶ τῆς δόξης αὐτῶν τάδε λέγει κύριος σαβαωθ -
Jr 30,29
LXX · N.DSF
τῇ Δαμασκῷ κατῃσχύνθη Ημαθ καὶ Αρφαδ ὅτι ἤκουσαν ἀκοὴν πονηράν ἐξέστησαν ἐθυμώθησαν ἀναπαύσασθαι οὐ μὴ δύνωνται -
Jr 30,30
LXX · N.NSF
ἐξελύθη Δαμασκός ἀπεστράφη εἰς φυγήν τρόμος ἐπελάβετο αὐτῆς -
Jr 30,33
LXX · N.GSF
καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ καὶ καταφάγεται ἄμφοδα υἱοῦ Αδερ -
Ez 27,18
LXX · N.NS
Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεώς σου οἶνος ἐκ Χελβων καὶ ἔρια ἐκ Μιλήτου -
Ez 47,16
LXX · N.GSF
Βηρωθα Σεβραιμ Ηλιαμ ἀνὰ μέσον ὁρίων Δαμασκοῦ καὶ ἀνὰ μέσον ὁρίων Ημαθ αὐλὴ τοῦ Σαυναν αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αυρανίτιδος -
Ez 47,17
LXX · N.GSF
ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης ἀπὸ τῆς αὐλῆς τοῦ Αιναν ὅρια Δαμασκοῦ καὶ τὰ πρὸς βορρᾶν -
Ez 47,18
LXX · N.GSF
καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τῆς Αυρανίτιδος καὶ ἀνὰ μέσον Δαμασκοῦ καὶ ἀνὰ μέσον τῆς Γαλααδίτιδος καὶ ἀνὰ μέσον τῆς γῆς τοῦ Ισραηλ ὁ Ιορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος ταῦτα τὰ πρὸς ἀνατολάς -
Ez 48,1
LXX · N.GSF
καὶ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βορρᾶν κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Ημαθ αὐλῆς τοῦ Αιναν ὅριον Δαμασκοῦ πρὸς βορρᾶν κατὰ μέρος Ημαθ αὐλῆς καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δαν μία -
Am 1,3
LXX · N.GS
καὶ εἶπεν κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ᾿ ὧν ἔπριζον πρίοσιν σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλααδ -
Am 1,5
LXX · N.GS
καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐκ πεδίου Ων καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαρραν καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος λέγει κύριος -
Am 3,12
LXX · N.DS
τάδε λέγει κύριος ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς -
Am 5,27
LXX · N.GS
καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ -
So 2,9
LXX · N.NS
διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος τῶν δυνάμεων ὁ θεὸς Ισραηλ διότι Μωαβ ὡς Σοδομα ἔσται καὶ οἱ υἱοὶ Αμμων ὡς Γομορρα καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς -
Za 9,1
LXX · N.GSF
λῆμμα λόγου κυρίου ἐν γῇ Σεδραχ καὶ Δαμασκοῦ θυσία αὐτοῦ διότι κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Ισραηλ -
Dz 9,2
SBLGNT · ----ASF-
ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ. -
Dz 9,3
SBLGNT · ----DSF-
ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ, -
Dz 9,8
SBLGNT · ----ASF-
ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)