G1122 — 141 wystąpień
G1122 · γραμματεύς (grammateus) · scribe — γραμματεύς , -έως (accusative pl., -εῖς, see Bl., §8, 2), ὁ ; (γράμμα), [in LXX always for שׁטר in Hex., elsewhere chiefly for ספר ;] ; __1. a secretary ; γ. τ. πόλεως, a state-clerk : Act.19:35. ; __2. In π., of a military officer (Deiss.,… [STEPBible CC BY]
Wj 5Lb 1Pwt 3Joz 5Sdz 12 Sm 21 Krl 22 Krl 91 Krn 72 Krn 7Ezd 9Ne 7Est 31 Mch 22 Mch 1Hi 1Ps 1Syr 2Iz 3Jr 8Mt 22Mk 21Łk 14Dz 41 Kor 1
-
Wj 5,6
LXX · N.DPM
συνέταξεν δὲ Φαραω τοῖς ἐργοδιώκταις τοῦ λαοῦ καὶ τοῖς γραμματεῦσιν λέγων -
Wj 5,10
LXX · N.NPM
κατέσπευδον δὲ αὐτοὺς οἱ ἐργοδιῶκται καὶ οἱ γραμματεῖς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες τάδε λέγει Φαραω οὐκέτι δίδωμι ὑμῖν ἄχυρα -
Wj 5,14
LXX · N.NPM
καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν Ισραηλ οἱ κατασταθέντες ἐπ᾿ αὐτοὺς ὑπὸ τῶν ἐπιστατῶν τοῦ Φαραω λέγοντες διὰ τί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινθείας καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν καὶ τὸ τῆς σήμερον -
Wj 5,15
LXX · N.NPM
εἰσελθόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ κατεβόησαν πρὸς Φαραω λέγοντες ἵνα τί οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις -
Wj 5,19
LXX · N.NPM
ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες οὐκ ἀπολείψετε τῆς πλινθείας τὸ καθῆκον τῇ ἡμέρᾳ -
Lb 11,16
LXX · N.NPM
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ισραηλ οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ στήσονται ἐκεῖ μετὰ σοῦ -
Pwt 20,5
LXX · N.NPM
καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν λέγοντες τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν -
Pwt 20,8
LXX · N.NPM
καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν καὶ ἐροῦσιν τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ ὥσπερ ἡ αὐτοῦ -
Pwt 20,9
LXX · N.NPM
καὶ ἔσται ὅταν παύσωνται οἱ γραμματεῖς λαλοῦντες πρὸς τὸν λαόν καὶ καταστήσουσιν ἄρχοντας τῆς στρατιᾶς προηγουμένους τοῦ λαοῦ -
Joz 1,10
LXX · N.DPM
καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ λέγων -
Joz 3,2
LXX · N.NPM
καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς -
Joz 9,2
LXX · N.NPM
συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ισραηλ ἅμα πάντες τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον κυρίῳ τῷ θεῷ Ισραηλ ἐν ὄρει Γαιβαλ καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου τοῖς υἱοῖς Ισραηλ καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ θυσιαστήριον λίθων ὁλοκλήρων ἐφ᾿ οὓς οὐκ ἐπεβλήθη σίδηρος καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα κυρίῳ καὶ θυσίαν σωτηρίου καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον νόμον Μωυσῆ ὃν ἔγραψεν ἐνώπιον υἱῶν Ισραηλ καὶ πᾶς Ισραηλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἦραν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζιν καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβαλ καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰς εὐλογίας καὶ τὰς κατάρας κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ οὐκ ἦν ῥῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ισραηλ τοῖς ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ισραηλ -
Joz 23,2
LXX · N.APM
καὶ συνεκάλεσεν Ἰησοῦς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ εἶπεν πρὸς αὐτούς ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέραις -
Joz 24,1
LXX · N.APM
καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ισραηλ εἰς Σηλω καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ θεοῦ -
Sdz 5,14
LXX · N.GSM
ἐξ ἐμοῦ Εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ Αμαληκ ὀπίσω σου Βενιαμιν ἐν τοῖς λαοῖς σου ἐν ἐμοὶ Μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ Ζαβουλων ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως -
2 Sm 8,17
LXX · N.NSM
καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Ασα ὁ γραμματεύς -
2 Sm 20,25
LXX · N.NSM
καὶ Σουσα γραμματεύς καὶ Σαδωκ καὶ Αβιαθαρ ἱερεῖς -
1 Krl 2,46
LXX · N.NSM
καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμων τῷ Βαναια υἱῷ Ιωδαε καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν καὶ ἀπέθανεν καὶ ἦν ὁ βασιλεὺς Σαλωμων φρόνιμος σφόδρα καὶ σοφός καὶ Ιουδα καὶ Ισραηλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες καὶ Σαλωμων ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ καὶ Σαλωμων ἤρξατο διανοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου καὶ αὐτὸς ᾠκοδόμησεν τὴν Θερμαι ἐν τῇ ἐρήμῳ καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμων τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραφι ἕως Γάζης ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν καὶ κατῴκει Ιουδα καὶ Ισραηλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ ἐσθίοντες καὶ πίνοντες ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε πάσας τὰς ἡμέρας Σαλωμων καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμων Αζαριον υἱὸς Σαδωκ τοῦ ἱερέως καὶ Ορνιου υἱὸς Ναθαν ἄρχων τῶν ἐφεστηκότων καὶ Εδραμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβα γραμματεὺς καὶ Βασα υἱὸς Αχιθαλαμ ἀναμιμνῄσκων καὶ Αβι υἱὸς Ιωαβ ἀρχιστράτηγος καὶ Αχιρε υἱὸς Εδραϊ ἐπὶ τὰς ἄρσεις καὶ Βαναια υἱὸς Ιωδαε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου καὶ Ζαχουρ υἱὸς Ναθαν ὁ σύμβουλος καὶ ἦσαν τῷ Σαλωμων τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου Σαλωμων υἱὸς Δαυιδ ἐβασίλευσεν ἐπὶ Ισραηλ καὶ Ιουδα ἐν Ιερουσαλημ -
1 Krl 4,3
LXX · N.NPM
καὶ Ελιαρεφ καὶ Αχια υἱὸς Σαβα γραμματεῖς καὶ Ιωσαφατ υἱὸς Αχιλιδ ὑπομιμνῄσκων -
2 Krl 12,11
LXX · N.NSM
καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου -
2 Krl 18,18
LXX · N.NSM
καὶ ἐβόησαν πρὸς Εζεκιαν καὶ ἐξῆλθον πρὸς αὐτὸν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνῄσκων -
2 Krl 18,37
LXX · N.NSM
καὶ εἰσῆλθεν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνῄσκων πρὸς Εζεκιαν διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψακου -
2 Krl 19,2
LXX · N.ASM
καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν τὸν προφήτην υἱὸν Αμως -
2 Krl 22,3
LXX · N.ASM
καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ιωσια ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαφφαν υἱὸν Εσελιου υἱοῦ Μεσολλαμ τὸν γραμματέα οἴκου κυρίου λέγων -
2 Krl 22,8
LXX · N.ASM
καὶ εἶπεν Χελκιας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαφφαν τὸν γραμματέα βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ κυρίου καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον πρὸς Σαφφαν καὶ ἀνέγνω αὐτό -
2 Krl 22,10
LXX · N.NSM
καὶ εἶπεν Σαφφαν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ Σαφφαν ἐνώπιον τοῦ βασιλέως -
2 Krl 22,12
LXX · N.DSM
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκια τῷ ἱερεῖ καὶ τῷ Αχικαμ υἱῷ Σαφφαν καὶ τῷ Αχοβωρ υἱῷ Μιχαιου καὶ τῷ Σαφφαν τῷ γραμματεῖ καὶ τῷ Ασαια δούλῳ τοῦ βασιλέως λέγων -
2 Krl 25,19
LXX · N.ASM
καὶ ἐκ τῆς πόλεως ἔλαβεν εὐνοῦχον ἕνα ὃς ἦν ἐπιστάτης ἐπὶ τῶν ἀνδρῶν τῶν πολεμιστῶν καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πόλει -
1 Krn 2,55
LXX · N.GPM
πατριαὶ γραμματέων κατοικοῦντες Ιαβες Θαργαθιιμ Σαμαθιιμ Σωκαθιιμ οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐκ Μεσημα πατρὸς οἴκου Ρηχαβ -
1 Krn 5,12
LXX · N.NSM
Ιωηλ ὁ πρωτότοκος καὶ Σαφαμ ὁ δεύτερος καὶ Ιανι ὁ γραμματεὺς ἐν Βασαν -
1 Krn 18,16
LXX · N.NSM
καὶ Σαδωκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Σουσα γραμματεὺς -
1 Krn 23,4
LXX · N.NPM
ἀπὸ τούτων ἐργοδιῶκται ἐπὶ τὰ ἔργα οἴκου κυρίου εἴκοσι τέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι -
1 Krn 24,6
LXX · N.NSM
καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθαμαρ -
1 Krn 27,1
LXX · N.NPM
καὶ υἱοὶ Ισραηλ κατ᾿ ἀριθμὸν αὐτῶν ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνὸς εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες -
1 Krn 27,32
LXX · N.NSM
καὶ Ιωναθαν ὁ πατράδελφος Δαυιδ σύμβουλος ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός καὶ Ιιηλ ὁ τοῦ Αχαμανι μετὰ τῶν υἱῶν τοῦ βασιλέως -
2 Krn 19,11
LXX · N.NPM
καὶ ἰδοὺ Αμαριας ὁ ἱερεὺς ἡγούμενος ἐφ᾿ ὑμᾶς εἰς πᾶν λόγον κυρίου καὶ Ζαβδιας υἱὸς Ισμαηλ ὁ ἡγούμενος εἰς οἶκον Ιουδα πρὸς πᾶν λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν ἰσχύσατε καὶ ποιήσατε καὶ ἔσται κύριος μετὰ τοῦ ἀγαθοῦ -
2 Krn 24,11
LXX · N.NSM
καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν Λευιτῶν καὶ ὡς εἶδον ὅτι ἐπλεόνασεν τὸ ἀργύριον καὶ ἦλθεν ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐξεκένωσαν τὸ γλωσσόκομον καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας καὶ συνήγαγον ἀργύριον πολύ -
2 Krn 26,11
LXX · N.GSM
καὶ ἐγένετο τῷ Οζια δυνάμεις ποιοῦσαι πόλεμον καὶ ἐκπορευόμεναι εἰς παράταξιν εἰς ἀριθμόν καὶ ὁ ἀριθμὸς αὐτῶν διὰ χειρὸς Ιιηλ τοῦ γραμματέως καὶ Μαασαιου τοῦ κριτοῦ διὰ χειρὸς Ανανιου τοῦ διαδόχου τοῦ βασιλέως -
2 Krn 34,13
LXX · N.NPM
καὶ ἐπὶ τῶν νωτοφόρων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασίᾳ καὶ ἐργασίᾳ καὶ ἀπὸ τῶν Λευιτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί -
2 Krn 34,15
LXX · N.ASM
καὶ ἀπεκρίθη Χελκιας καὶ εἶπεν πρὸς Σαφαν τὸν γραμματέα βιβλίον νόμου εὗρον ἐν οἴκῳ κυρίου καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον τῷ Σαφαν -
2 Krn 34,18
LXX · N.NSM
καὶ ἀπήγγειλεν Σαφαν ὁ γραμματεὺς τῷ βασιλεῖ λέγων βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ Σαφαν ἐναντίον τοῦ βασιλέως -
2 Krn 34,20
LXX · N.DSM
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκια καὶ τῷ Αχικαμ υἱῷ Σαφαν καὶ τῷ Αβδων υἱῷ Μιχαια καὶ τῷ Σαφαν τῷ γραμματεῖ καὶ τῷ Ασαια παιδὶ τοῦ βασιλέως λέγων -
Ezd 4,8
LXX · N.NSM
Ραουμ βααλταμ καὶ Σαμσαι ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ιερουσαλημ τῷ Αρθασασθα βασιλεῖ -
Ezd 4,9
LXX · N.NSM
τάδε ἔκρινεν Ραουμ βααλταμ καὶ Σαμσαι ὁ γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμῶν Διναῖοι Αφαρσαθαχαῖοι Ταρφαλλαῖοι Αφαρσαῖοι Αρχυαῖοι Βαβυλώνιοι Σουσαναχαῖοι οἵ εἰσιν Ηλαμαῖοι -
Ezd 4,17
LXX · N.ASM
καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ραουμ βααλταμ καὶ Σαμσαι γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν Σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ εἰρήνην καί φησιν -
Ezd 4,23
LXX · N.GSM
τότε ὁ φορολόγος τοῦ Αρθασασθα βασιλέως ἀνέγνω ἐνώπιον Ραουμ καὶ Σαμσαι γραμματέως καὶ συνδούλων αὐτῶν καὶ ἐπορεύθησαν σπουδῇ εἰς Ιερουσαλημ καὶ ἐν Ιουδα καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει -
Ezd 7,6
LXX · N.NSM
αὐτὸς Εσδρας ἀνέβη ἐκ Βαβυλῶνος καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ ὃν ἔδωκεν κύριος ὁ θεὸς Ισραηλ καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς ὅτι χεὶρ κυρίου θεοῦ αὐτοῦ ἐπ᾿ αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός -
Ezd 7,11
LXX · N.DSM
καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος οὗ ἔδωκεν Αρθασασθα τῷ Εσδρα τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ισραηλ -
Ezd 7,12
LXX · N.DSM
Αρθασασθα βασιλεὺς βασιλέων Εσδρα γραμματεῖ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ τετέλεσται ὁ λόγος καὶ ἡ ἀπόκρισις -
Ezd 7,21
LXX · N.NSM
καὶ ἀπ᾿ ἐμοῦ ἐγὼ Αρθασασθα βασιλεύς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ ὅτι πᾶν ὃ ἂν αἰτήσῃ ὑμᾶς Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς τοῦ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ ἑτοίμως γιγνέσθω
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)