G1105 — 28 wystąpień
G1105 · γνόφος (gnophos) · darkness — γνόφος (later form of δν-), ; [in LXX for אָפֵל, עֲרָפֶל, etc. ;] ; darkness, gloom (including "an element of tempest," Tr., Syn. , §with): Heb.12:18. †; SYN. : ἀχλύς, ζόφος, σκότος (Tr., l.with; DB , i, 457a). (AS) [STEPBible CC BY]
Wj 3Pwt 2Joz 12 Sm 11 Krl 12 Krn 1Est 1Hi 6Ps 2Syr 1Iz 2Jr 1Ez 2Jl 1Am 1So 1Hbr 1
-
Wj 10,22
LXX · N.NSM
ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας -
Wj 14,20
LXX · N.NSM
καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς Ισραηλ καὶ ἔστη καὶ ἐγένετο σκότος καὶ γνόφος καὶ διῆλθεν ἡ νύξ καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα -
Wj 20,21
LXX · N.ASM
εἱστήκει δὲ ὁ λαὸς μακρόθεν Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον οὗ ἦν ὁ θεός -
Pwt 4,11
LXX · N.NSM
καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ σκότος γνόφος θύελλα φωνὴ μεγάλη -
Pwt 5,22
LXX · N.NSM
τὰ ῥήματα ταῦτα ἐλάλησεν κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός σκότος γνόφος θύελλα φωνὴ μεγάλη καὶ οὐ προσέθηκεν καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας καὶ ἔδωκέν μοι -
Joz 24,7
LXX · N.ASM
καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ ἔδωκεν νεφέλην καὶ γνόφον ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ ἐπήγαγεν ἐπ᾿ αὐτοὺς τὴν θάλασσαν καὶ ἐκάλυψεν αὐτούς καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους -
2 Sm 22,10
LXX · N.NSM
καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ -
1 Krl 8,53
LXX · N.DSM
ὅτι σὺ διέστειλας αὐτοὺς σαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου κύριε κύριε τότε ἐλάλησεν Σαλωμων ὑπὲρ τοῦ οἴκου ὡς συνετέλεσεν τοῦ οἰκοδομῆσαι αὐτόν ἥλιον ἐγνώρισεν ἐν οὐρανῷ κύριος εἶπεν τοῦ κατοικεῖν ἐν γνόφῳ οἰκοδόμησον οἶκόν μου οἶκον ἐκπρεπῆ σαυτῷ τοῦ κατοικεῖν ἐπὶ καινότητος οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς -
2 Krn 6,1
LXX · N.DSM
τότε εἶπεν Σαλωμων κύριος εἶπεν τοῦ κατασκηνῶσαι ἐν γνόφῳ -
Est 1,1
LXX · N.GSM
ἔτους δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου τῇ μιᾷ τοῦ Νισα ἐνύπνιον εἶδεν Μαρδοχαῖος ὁ τοῦ Ιαϊρου τοῦ Σεμεϊου τοῦ Κισαιου ἐκ φυλῆς Βενιαμιν ἄνθρωπος Ιουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει ἄνθρωπος μέγας θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας ἧς ᾐχμαλώτευσεν Ναβουχοδονοσορ ὁ βασιλεὺς Βαβυλῶνος ἐξ Ιερουσαλημ μετὰ Ιεχονιου τοῦ βασιλέως τῆς Ιουδαίας καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος βρονταὶ καὶ σεισμός τάραχος ἐπὶ τῆς γῆς καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔθνος καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου θλῖψις καὶ στενοχωρία κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς καὶ ἐταράχθη δίκαιον πᾶν ἔθνος φοβούμενοι τὰ ἑαυτῶν κακὰ καὶ ἡτοιμάσθησαν ἀπολέσθαι καὶ ἐβόησαν πρὸς τὸν θεόν ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας ὕδωρ πολύ φῶς καὶ ὁ ἥλιος ἀνέτειλεν καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους καὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο καὶ τί ὁ θεὸς βεβούλευται ποιῆσαι εἶχεν αὐτὸ ἐν τῇ καρδίᾳ καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός καὶ ἡσύχασεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβαθα καὶ Θαρρα τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασσόντων τὴν αὐλὴν ἤκουσέν τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύνησεν καὶ ἔμαθεν ὅτι ἑτοιμάζουσιν τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ αὐτῶν καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους καὶ ὁμολογήσαντες ἀπήχθησαν καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων καὶ ἦν Αμαν Αμαδαθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως καὶ ἐζήτησεν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν -
Hi 3,5
LXX · N.NSM
ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου ἐπέλθοι ἐπ᾿ αὐτὴν γνόφος -
Hi 9,17
LXX · N.DSM
μὴ γνόφῳ με ἐκτρίψῃ πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς -
Hi 17,13
LXX · N.DSM
ἐὰν γὰρ ὑπομείνω ᾅδης μου ὁ οἶκος ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή -
Hi 22,13
LXX · N.GSM
καὶ εἶπας τί ἔγνω ὁ ἰσχυρός ἦ κατὰ τοῦ γνόφου κρινεῖ -
Hi 23,17
LXX · N.NSM
οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος -
Hi 27,20
LXX · N.NSM
συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος -
Ps 18,10
LXX · N.NSM
καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ -
Ps 97,2
LXX · N.NSM
νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ -
Syr 45,5
LXX · N.ASM
ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς νόμον ζωῆς καὶ ἐπιστήμης διδάξαι τὸν Ιακωβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν Ισραηλ -
Iz 44,22
LXX · N.ASM
ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου ἐπιστράφητι πρός με καὶ λυτρώσομαί σε -
Iz 60,2
LXX · N.NSM
ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ᾿ ἔθνη ἐπὶ δὲ σὲ φανήσεται κύριος καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται -
Jr 23,12
LXX · N.DSM
διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ καὶ ὑποσκελισθήσονται καὶ πεσοῦνται ἐν αὐτῇ διότι ἐπάξω ἐπ᾿ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν φησὶν κύριος -
Ez 34,12
LXX · N.NSM
ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων οὕτως ἐκζητήσω τὰ πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου οὗ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου -
Ez 34,12
LXX · N.GSM
ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων οὕτως ἐκζητήσω τὰ πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου οὗ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου -
Jl 2,2
LXX · N.GSM
ἡμέρα σκότους καὶ γνόφου ἡμέρα νεφέλης καὶ ὁμίχλης ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος καὶ μετ᾿ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν -
Am 5,20
LXX · N.NSM
οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ φῶς καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ -
So 1,15
LXX · N.GSM
ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ ἀνάγκης ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ ἡμέρα σκότους καὶ γνόφου ἡμέρα νεφέλης καὶ ὁμίχλης -
Hbr 12,18
SBLGNT · ----DSM-
Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)