G1094 — 36 wystąpień
G1094 · γῆρας (gēras) · old age — γῆρας , Attic, genitive (-αος) -ως, dative ᾳ; Ion. and κοινή, -εος (-ους), dative -ει, τό, ; [in LXX for שֵׂיבָה, etc. ;] ; old age : ἐν γήρει, Luk.1:36. †; (AS) [STEPBible CC BY]
Rdz 102 Sm 11 Krl 21 Krn 1Tb 12 Mch 3Ps 4Prz 2Mdr 4Syr 5Iz 1Dn 1Łk 1
-
Rdz 15,15
LXX · N.DSN
σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ᾿ εἰρήνης ταφεὶς ἐν γήρει καλῷ -
Rdz 21,2
LXX · N.ASN
καὶ συλλαβοῦσα ἔτεκεν Σαρρα τῷ Αβρααμ υἱὸν εἰς τὸ γῆρας εἰς τὸν καιρόν καθὰ ἐλάλησεν αὐτῷ κύριος -
Rdz 21,7
LXX · N.DSN
καὶ εἶπεν τίς ἀναγγελεῖ τῷ Αβρααμ ὅτι θηλάζει παιδίον Σαρρα ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρει μου -
Rdz 25,8
LXX · N.DSN
καὶ ἐκλιπὼν ἀπέθανεν Αβρααμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ -
Rdz 37,3
LXX · N.GSN
Ιακωβ δὲ ἠγάπα τὸν Ιωσηφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ὅτι υἱὸς γήρους ἦν αὐτῷ ἐποίησεν δὲ αὐτῷ χιτῶνα ποικίλον -
Rdz 42,38
LXX · N.ASN
ὁ δὲ εἶπεν οὐ καταβήσεται ὁ υἱός μου μεθ᾿ ὑμῶν ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν καὶ αὐτὸς μόνος καταλέλειπται καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ ᾗ ἂν πορεύησθε καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου -
Rdz 44,20
LXX · N.GSN
καὶ εἴπαμεν τῷ κυρίῳ ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτῷ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν -
Rdz 44,29
LXX · N.ASN
ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου -
Rdz 44,31
LXX · N.ASN
καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδάριον μεθ᾿ ἡμῶν τελευτήσει καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου πατρὸς δὲ ἡμῶν μετ᾿ ὀδύνης εἰς ᾅδου -
Rdz 48,10
LXX · N.GSN
οἱ δὲ ὀφθαλμοὶ Ισραηλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους καὶ οὐκ ἠδύνατο βλέπειν καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς -
2 Sm 19,34
LXX · N.ASN
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλι σὺ διαβήσῃ μετ᾿ ἐμοῦ καὶ διαθρέψω τὸ γῆράς σου μετ᾿ ἐμοῦ ἐν Ιερουσαλημ -
1 Krl 11,4
LXX · N.GSN
καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμων καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ κυρίου θεοῦ αὐτοῦ καθὼς ἡ καρδία Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν -
1 Krl 15,23
LXX · N.GSN
καὶ τὰ λοιπὰ τῶν λόγων Ασα καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ ἣν ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσεν τοὺς πόδας αὐτοῦ -
1 Krn 29,28
LXX · N.DSN
καὶ ἐτελεύτησεν ἐν γήρει καλῷ πλήρης ἡμερῶν πλούτῳ καὶ δόξῃ καὶ ἐβασίλευσεν Σαλωμων υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ -
Tb 3,10
LXX · N.ASN
ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι καὶ εἶπεν μία μέν εἰμι τῷ πατρί μου ἐὰν ποιήσω τοῦτο ὄνειδος αὐτῷ ἐστιν καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετ᾿ ὀδύνης εἰς ᾅδου -
2 Mch 6,23
LXX · N.GSN
ὁ δὲ λογισμὸν ἀστεῖον ἀναλαβὼν καὶ ἄξιον τῆς ἡλικίας καὶ τῆς τοῦ γήρως ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιᾶς καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀναστροφῆς μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας ἀκολούθως ἀπεφήνατο ταχέως λέγων προπέμπειν εἰς τὸν ᾅδην -
2 Mch 6,25
LXX · N.GSN
καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸ μικρὸν καὶ ἀκαριαῖον ζῆν πλανηθῶσιν δι᾿ ἐμέ καὶ μύσος καὶ κηλῖδα τοῦ γήρως κατακτήσωμαι -
2 Mch 6,27
LXX · N.GSN
διόπερ ἀνδρείως μὲν νῦν διαλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος φανήσομαι -
Ps 71,9
LXX · N.GSN
μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με -
Ps 71,18
LXX · N.GSN
καὶ ἕως γήρους καὶ πρεσβείου ὁ θεός μὴ ἐγκαταλίπῃς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου -
Ps 92,11
LXX · N.ASN
καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι -
Ps 92,15
LXX · N.DSN
ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες ἔσονται -
Prz 16,31
LXX · N.NSN
στέφανος καυχήσεως γῆρας ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται -
Prz 30,17
LXX · N.ASN
ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν -
Mdr 3,17
LXX · N.ASN
ἐάν τε γὰρ μακρόβιοι γένωνται εἰς οὐθὲν λογισθήσονται καὶ ἄτιμον ἐπ᾿ ἐσχάτων τὸ γῆρας αὐτῶν -
Mdr 4,8
LXX · N.ASN
γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται -
Mdr 4,9
LXX · N.GSN
πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος -
Mdr 4,16
LXX · N.ASN
κατακρινεῖ δὲ δίκαιος καμὼν τοὺς ζῶντας ἀσεβεῖς καὶ νεότης τελεσθεῖσα ταχέως πολυετὲς γῆρας ἀδίκου -
Syr 3,12
LXX · N.DSN
τέκνον ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ -
Syr 8,6
LXX · N.DSN
μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν -
Syr 25,3
LXX · N.DSN
ἐν νεότητι οὐ συναγείοχας καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου -
Syr 30,24
LXX · N.ASN
ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα -
Syr 46,9
LXX · N.GSN
καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλεβ ἰσχύν καὶ ἕως γήρους διέμεινεν αὐτῷ ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς καὶ τὸ σπέρμα αὐτοῦ κατέσχεν κληρονομίαν -
Iz 46,4
LXX · N.GSN
ἕως γήρους ἐγώ εἰμι καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι ἐγὼ ἀνέχομαι ὑμῶν ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς -
Dn 6,1
LXX · N.DSN
καὶ Ἀρταξέρξης ὁ τῶν Μήδων παρέλαβε τὴν βασιλείαν καὶ Δαρεῖος πλήρης τῶν ἡμερῶν καὶ ἔνδοξος ἐν γήρει -
Łk 1,36
SBLGNT · ----DSN-
καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)