G1074 — 253 wystąpień
G1074 · γενεά (genea) · generation — γενεά , -ᾶς, ἡ ; (γίγνομαι), [in LXX chiefly for דּוֹר, דֹּר (Cremer, 148) ;] ; __1. race, stock, family (in NT, γέννημα, which see). ; __2. generation ; ; __(a) of the contemporary members of a family : pl., Mat.1:17 (cf. Gen.31:3 , מוֹלֶדֶת); m… [STEPBible CC BY]
Rdz 12Wj 22Kpł 15Lb 13Pwt 10Joz 2Sdz 31 Krn 1Tb 6Jdt 3Est 41 Mch 3Hi 2Ps 59Prz 3Koh 2Mdr 2Syr 11Iz 18Jr 3Lm 2Ba 1Dn 7Jl 5So 1Mt 13Mk 5Łk 15Dz 5Ef 2Flp 1Kol 1Hbr 1
-
Rdz 6,9
LXX · N.DSF
αὗται δὲ αἱ γενέσεις Νωε Νωε ἄνθρωπος δίκαιος τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ τῷ θεῷ εὐηρέστησεν Νωε -
Rdz 7,1
LXX · N.DSF
καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νωε εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν ὅτι σὲ εἶδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ -
Rdz 9,12
LXX · N.APF
καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νωε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἥ ἐστιν μεθ᾿ ὑμῶν εἰς γενεὰς αἰωνίους -
Rdz 15,16
LXX · N.NSF
τετάρτη δὲ γενεὰ ἀποστραφήσονται ὧδε οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Αμορραίων ἕως τοῦ νῦν -
Rdz 17,7
LXX · N.APF
καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτῶν εἰς διαθήκην αἰώνιον εἶναί σου θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ -
Rdz 17,9
LXX · N.APF
καὶ εἶπεν ὁ θεὸς πρὸς Αβρααμ σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν -
Rdz 17,10
LXX · N.APF
καὶ αὕτη ἡ διαθήκη ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν -
Rdz 17,12
LXX · N.APF
καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου -
Rdz 25,13
LXX · N.GPF
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισμαηλ κατ᾿ ὄνομα τῶν γενεῶν αὐτοῦ πρωτότοκος Ισμαηλ Ναβαιωθ καὶ Κηδαρ καὶ Ναβδεηλ καὶ Μασσαμ -
Rdz 31,3
LXX · N.ASF
εἶπεν δὲ κύριος πρὸς Ιακωβ ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου καὶ ἔσομαι μετὰ σοῦ -
Rdz 43,7
LXX · N.ASF
οἱ δὲ εἶπαν ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ εἰ ἔστιν ὑμῖν ἀδελφός καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην μὴ ᾔδειμεν εἰ ἐρεῖ ἡμῖν ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν -
Rdz 50,23
LXX · N.GSF
καὶ εἶδεν Ιωσηφ Εφραιμ παιδία ἕως τρίτης γενεᾶς καὶ υἱοὶ Μαχιρ τοῦ υἱοῦ Μανασση ἐτέχθησαν ἐπὶ μηρῶν Ιωσηφ -
Wj 1,6
LXX · N.NSF
ἐτελεύτησεν δὲ Ιωσηφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ γενεὰ ἐκείνη -
Wj 3,15
LXX · N.GPF
καὶ εἶπεν ὁ θεὸς πάλιν πρὸς Μωυσῆν οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ ἀπέσταλκέν με πρὸς ὑμᾶς τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς -
Wj 3,15
LXX · N.DPF
καὶ εἶπεν ὁ θεὸς πάλιν πρὸς Μωυσῆν οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ ἀπέσταλκέν με πρὸς ὑμᾶς τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς -
Wj 12,14
LXX · N.APF
καὶ ἔσται ἡ ἡμέρα ὑμῖν αὕτη μνημόσυνον καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν -
Wj 12,17
LXX · N.APF
καὶ φυλάξεσθε τὴν ἐντολὴν ταύτην ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξάξω τὴν δύναμιν ὑμῶν ἐκ γῆς Αἰγύπτου καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον -
Wj 12,42
LXX · N.APF
νυκτὸς προφυλακή ἐστιν τῷ κυρίῳ ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκείνη ἡ νὺξ αὕτη προφυλακὴ κυρίῳ ὥστε πᾶσι τοῖς υἱοῖς Ισραηλ εἶναι εἰς γενεὰς αὐτῶν -
Wj 13,18
LXX · N.NSF
καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον εἰς τὴν ἐρυθρὰν θάλασσαν πέμπτη δὲ γενεὰ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ ἐκ γῆς Αἰγύπτου -
Wj 16,32
LXX · N.APF
εἶπεν δὲ Μωυσῆς τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος πλήσατε τὸ γομορ τοῦ μαν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν ἵνα ἴδωσιν τὸν ἄρτον ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ ὡς ἐξήγαγεν ὑμᾶς κύριος ἐκ γῆς Αἰγύπτου -
Wj 16,33
LXX · N.APF
καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων λαβὲ στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομορ τοῦ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν -
Wj 17,16
LXX · N.GPF
ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ κύριος ἐπὶ Αμαληκ ἀπὸ γενεῶν εἰς γενεάς -
Wj 17,16
LXX · N.APF
ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ κύριος ἐπὶ Αμαληκ ἀπὸ γενεῶν εἰς γενεάς -
Wj 20,5
LXX · N.GSF
οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσίν με -
Wj 27,21
LXX · N.APF
ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης καύσει αὐτὸ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀφ᾿ ἑσπέρας ἕως πρωὶ ἐναντίον κυρίου νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν Ισραηλ -
Wj 29,42
LXX · N.APF
θυσίαν ἐνδελεχισμοῦ εἰς γενεὰς ὑμῶν ἐπὶ θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν ὥστε λαλῆσαί σοι -
Wj 30,8
LXX · N.APF
καὶ ὅταν ἐξάπτῃ Ααρων τοὺς λύχνους ὀψέ θυμιάσει ἐπ᾿ αὐτοῦ θυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι κυρίου εἰς γενεὰς αὐτῶν -
Wj 30,10
LXX · N.APF
καὶ ἐξιλάσεται ἐπ᾿ αὐτὸ Ααρων ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν τοῦ ἐξιλασμοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ καθαριεῖ αὐτὸ εἰς τὰς γενεὰς αὐτῶν ἅγιον τῶν ἁγίων ἐστὶν κυρίῳ -
Wj 30,21
LXX · N.DPF
νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου νίψονται ὕδατι ἵνα μὴ ἀποθάνωσιν καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετ᾿ αὐτόν -
Wj 30,31
LXX · N.APF
καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν -
Wj 31,13
LXX · N.APF
καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ισραηλ λέγων ὁρᾶτε καὶ τὰ σάββατά μου φυλάξεσθε σημεῖόν ἐστιν παρ᾿ ἐμοὶ καὶ ἐν ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν ἵνα γνῶτε ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς -
Wj 31,16
LXX · N.APF
καὶ φυλάξουσιν οἱ υἱοὶ Ισραηλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν διαθήκη αἰώνιος -
Wj 34,7
LXX · N.ASF
καὶ δικαιοσύνην διατηρῶν καὶ ποιῶν ἔλεος εἰς χιλιάδας ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ οὐ καθαριεῖ τὸν ἔνοχον ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν -
Wj 40,15
LXX · N.APF
καὶ ἀλείψεις αὐτούς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν καὶ ἱερατεύσουσίν μοι καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρῖσμα ἱερατείας εἰς τὸν αἰῶνα εἰς τὰς γενεὰς αὐτῶν -
Kpł 3,17
LXX · N.APF
νόμιμον εἰς τὸν αἰῶνα εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν πᾶν στέαρ καὶ πᾶν αἷμα οὐκ ἔδεσθε -
Kpł 6,11
LXX · N.APF
πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων κυρίου πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν ἁγιασθήσεται -
Kpł 7,36
LXX · N.APF
καθὰ ἐνετείλατο κύριος δοῦναι αὐτοῖς ᾗ ἡμέρᾳ ἔχρισεν αὐτούς παρὰ τῶν υἱῶν Ισραηλ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν -
Kpł 10,9
LXX · N.APF
οἶνον καὶ σικερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον καὶ οὐ μὴ ἀποθάνητε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν -
Kpł 17,7
LXX · N.APF
καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν -
Kpł 21,17
LXX · N.APF
εἰπὸν Ααρων ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν τίνι ἐὰν ᾖ ἐν αὐτῷ μῶμος οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ θεοῦ αὐτοῦ -
Kpł 22,3
LXX · N.APF
εἰπὸν αὐτοῖς εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ισραηλ τῷ κυρίῳ καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾿ αὐτῷ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ᾿ ἐμοῦ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν -
Kpł 23,14
LXX · N.APF
καὶ ἄρτον καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ θεῷ ὑμῶν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν -
Kpł 23,21
LXX · N.APF
καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν -
Kpł 23,31
LXX · N.APF
πᾶν ἔργον οὐ ποιήσετε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν -
Kpł 23,41
LXX · N.APF
τοῦ ἐνιαυτοῦ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν -
Kpł 23,43
LXX · N.NPF
ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐγὼ κύριος ὁ θεὸς ὑμῶν -
Kpł 24,3
LXX · N.APF
ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχῶς νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν -
Kpł 25,30
LXX · N.APF
ἐὰν δὲ μὴ λυτρωθῇ ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει -
Kpł 25,41
LXX · N.ASF
καὶ ἐξελεύσεται τῇ ἀφέσει καὶ τὰ τέκνα αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτοῦ εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμεῖται -
Lb 9,10
LXX · N.DPF
λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων ἄνθρωπος ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν ἢ ἐν ταῖς γενεαῖς ὑμῶν καὶ ποιήσει τὸ πασχα κυρίῳ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)