G1049 — 25 wystąpień
G1049 · γαζοφυλάκιον (gazophulakion) · treasury — γαζο-φυλάκιον , -ου, τό ; (γάζα, φυλακή), [in LXX chiefly for לִשְׁכָּה, נִשְׁכָּה ( 4Ki.23:11 , al.), once for גְּנָזִים ( Est.3:9 ); το͂ γ., τᾶ γ., of a temple treasury, Neh.10:37 , 2Ma.3:6 , al. ;] ; treasury : also, apparently, the trumpet-shaped che… [STEPBible CC BY]
2 Krl 1Ezd 1Ne 9Est 11 Mch 22 Mch 6Mk 3Łk 1J 1
-
2 Krl 23,11
LXX · N.ASN
καὶ κατέπαυσεν τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς Ιουδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουριμ καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί -
Ezd 10,6
LXX · N.ASN
καὶ ἀνέστη Εσδρας ἀπὸ προσώπου οἴκου τοῦ θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ιωαναν υἱοῦ Ελισουβ καὶ ἐπορεύθη ἐκεῖ ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας -
Ne 3,30
LXX · N.GSN
μετ᾿ αὐτὸν ἐκράτησεν Ανανια υἱὸς Σελεμια καὶ Ανουμ υἱὸς Σελεφ ὁ ἕκτος μέτρον δεύτερον μετ᾿ αὐτὸν ἐκράτησεν Μεσουλαμ υἱὸς Βαρχια ἐξ ἐναντίας γαζοφυλακίου αὐτοῦ -
Ne 10,38
LXX · N.ASN
καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν -
Ne 10,39
LXX · N.APN
καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ααρων μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου καὶ οἱ Λευῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦ -
Ne 12,44
LXX · N.GPN
καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῖς θησαυροῖς ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις ὅτι εὐφροσύνη ἦν ἐν Ιουδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας -
Ne 13,4
LXX · N.DSN
καὶ πρὸ τούτου Ελιασιβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου θεοῦ ἡμῶν ἐγγίων Τωβια -
Ne 13,5
LXX · N.ASN
καὶ ἐποίησεν αὐτῷ γαζοφυλάκιον μέγα καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μανααν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν καὶ ἀπαρχὰς τῶν ἱερέων -
Ne 13,7
LXX · N.ASN
καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ συνῆκα ἐν τῇ πονηρίᾳ ᾗ ἐποίησεν Ελισουβ τῷ Τωβια ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ θεοῦ -
Ne 13,8
LXX · N.GSN
καὶ πονηρόν μοι ἐφάνη σφόδρα καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβια ἔξω ἀπὸ τοῦ γαζοφυλακίου -
Ne 13,9
LXX · N.APN
καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ τὴν μαναα καὶ τὸν λίβανον -
Est 3,9
LXX · N.ASN
εἰ δοκεῖ τῷ βασιλεῖ δογματισάτω ἀπολέσαι αὐτούς κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια -
1 Mch 3,28
LXX · N.ASN
καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτοῦ καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο αὐτοῖς εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν -
1 Mch 14,49
LXX · N.DSN
τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ ὅπως ἔχῃ Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ -
2 Mch 3,6
LXX · N.ASN
καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ιεροσολύμοις γαζοφυλάκιον ὥστε τὸ πλῆθος τῶν διαφόρων ἀναρίθμητον εἶναι καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα -
2 Mch 3,24
LXX · N.ASN
αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι -
2 Mch 3,28
LXX · N.ASN
τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα φανερῶς τὴν τοῦ θεοῦ δυναστείαν ἐπεγνωκότες -
2 Mch 3,40
LXX · N.GSN
καὶ τὰ μὲν κατὰ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν -
2 Mch 4,42
LXX · N.ASN
δι᾿ ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν τινὰς δὲ καὶ κατέβαλον πάντας δὲ εἰς φυγὴν συνήλασαν αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο -
2 Mch 5,18
LXX · N.GSN
εἰ δὲ μὴ συνέβη προσενέχεσθαι πολλοῖς ἁμαρτήμασιν καθάπερ ἦν ὁ Ἡλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκεψιν τοῦ γαζοφυλακίου οὗτος προαχθεὶς παραχρῆμα μαστιγωθεὶς ἀνετράπη τοῦ θράσους -
Mk 12,41
SBLGNT · ----GSN-
Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· -
Mk 12,41
SBLGNT · ----ASN-
Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· -
Mk 12,43
SBLGNT · ----ASN-
καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· -
Łk 21,1
SBLGNT · ----ASN-
Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους. -
J 8,20
SBLGNT · ----DSN-
ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)