G1023 — 118 wystąpień
G1023 · βραχίων (brachiōn) · arm — βραχίων , -ὀνος, ὁ, ; [in LXX, β. Κυρίου, frequently for זְרוֹעַ יהוָֹה ;] ; the arm ; as in OT, β. Κυρίου, metaphorically, for the Divine power : Luk.1:51 , Jhn.12:38 " (LXX), Act.13:17. †; (AS) [STEPBible CC BY]
Rdz 3Wj 6Kpł 8Lb 3Pwt 13Sdz 22 Sm 22 Krl 22 Krn 2Jdt 12 Mch 1Hi 5Ps 13Prz 1Pnp 1Mdr 3Syr 4Iz 17Jr 5Ba 1Ez 10Dn 8Oz 2Za 2Łk 1J 1Dz 1
-
Rdz 24,18
LXX · N.ASM
ἡ δὲ εἶπεν πίε κύριε καὶ ἔσπευσεν καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν -
Rdz 27,16
LXX · N.APM
καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ -
Rdz 49,24
LXX · N.GPM
καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ιακωβ ἐκεῖθεν ὁ κατισχύσας Ισραηλ -
Wj 6,1
LXX · N.DSM
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραω ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ -
Wj 6,6
LXX · N.DSM
βάδιζε εἰπὸν τοῖς υἱοῖς Ισραηλ λέγων ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ -
Wj 15,16
LXX · N.GSM
ἐπιπέσοι ἐπ᾿ αὐτοὺς φόβος καὶ τρόμος μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν ἕως ἂν παρέλθῃ ὁ λαός σου κύριε ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος ὃν ἐκτήσω -
Wj 29,22
LXX · N.ASM
καὶ λήμψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν ἔστιν γὰρ τελείωσις αὕτη -
Wj 29,27
LXX · N.ASM
καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος ὃς ἀφώρισται καὶ ὃς ἀφῄρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ Ααρων καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ -
Wj 32,11
LXX · N.DSM
καὶ ἐδεήθη Μωυσῆς ἔναντι κυρίου τοῦ θεοῦ καὶ εἶπεν ἵνα τί κύριε θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ -
Kpł 7,32
LXX · N.ASM
καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν -
Kpł 7,33
LXX · N.NSM
ὁ προσφέρων τὸ αἷμα τοῦ σωτηρίου καὶ τὸ στέαρ ἀπὸ τῶν υἱῶν Ααρων αὐτῷ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι -
Kpł 7,34
LXX · N.ASM
τὸ γὰρ στηθύνιον τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ισραηλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν καὶ ἔδωκα αὐτὰ Ααρων τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ισραηλ -
Kpł 8,25
LXX · N.ASM
καὶ ἔλαβεν τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν -
Kpł 8,26
LXX · N.ASM
καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως τοῦ ὄντος ἔναντι κυρίου ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν -
Kpł 9,21
LXX · N.ASM
καὶ τὸ στηθύνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν Ααρων ἀφαίρεμα ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ -
Kpł 10,14
LXX · N.ASM
καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ισραηλ -
Kpł 10,15
LXX · N.ASM
τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν ἀφόρισμα ἀφορίσαι ἔναντι κυρίου καὶ ἔσται σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ -
Lb 6,19
LXX · N.ASM
καὶ λήμψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ καὶ λάγανον ἄζυμον ἓν καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτοῦ -
Lb 6,20
LXX · N.GSM
καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι κυρίου ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθυνίου τοῦ ἐπιθέματος καὶ ἐπὶ τοῦ βραχίονος τοῦ ἀφαιρέματος καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον -
Lb 18,18
LXX · N.ASM
καὶ τὰ κρέα ἔσται σοί καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν σοὶ ἔσται -
Pwt 3,24
LXX · N.ASM
κύριε κύριε σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν τίς γάρ ἐστιν θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου -
Pwt 4,34
LXX · N.DSM
εἰ ἐπείρασεν ὁ θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις κατὰ πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος -
Pwt 5,15
LXX · N.DSM
καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγέν σε κύριος ὁ θεός σου ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ διὰ τοῦτο συνέταξέν σοι κύριος ὁ θεός σου ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τῶν σαββάτων καὶ ἁγιάζειν αὐτήν -
Pwt 6,21
LXX · N.DSM
καὶ ἐρεῖς τῷ υἱῷ σου οἰκέται ἦμεν τῷ Φαραω ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ -
Pwt 7,8
LXX · N.DSM
ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶς καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσεν τοῖς πατράσιν ὑμῶν ἐξήγαγεν κύριος ὑμᾶς ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐλυτρώσατο ἐξ οἴκου δουλείας ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου -
Pwt 7,19
LXX · N.ASM
τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν ὡς ἐξήγαγέν σε κύριος ὁ θεός σου οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς ἔθνεσιν οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν -
Pwt 9,26
LXX · N.DSM
καὶ εὐξάμην πρὸς τὸν θεὸν καὶ εἶπα κύριε κύριε βασιλεῦ τῶν θεῶν μὴ ἐξολεθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου ἣν ἐλυτρώσω ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ -
Pwt 9,29
LXX · N.DSM
καὶ οὗτοι λαός σου καὶ κλῆρός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ -
Pwt 11,2
LXX · N.ASM
καὶ γνώσεσθε σήμερον ὅτι οὐχὶ τὰ παιδία ὑμῶν ὅσοι οὐκ οἴδασιν οὐδὲ εἴδοσαν τὴν παιδείαν κυρίου τοῦ θεοῦ σου καὶ τὰ μεγαλεῖα αὐτοῦ καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλὸν -
Pwt 18,3
LXX · N.ASM
καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων τὰ παρὰ τοῦ λαοῦ παρὰ τῶν θυόντων τὰ θύματα ἐάν τε μόσχον ἐάν τε πρόβατον καὶ δώσει τῷ ἱερεῖ τὸν βραχίονα καὶ τὰ σιαγόνια καὶ τὸ ἔνυστρον -
Pwt 26,8
LXX · N.DSM
καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύι μεγάλῃ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι αὐτοῦ τῷ ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις καὶ ἐν σημείοις καὶ ἐν τέρασιν -
Pwt 33,20
LXX · N.ASM
καὶ τῷ Γαδ εἶπεν εὐλογημένος ἐμπλατύνων Γαδ ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα καὶ ἄρχοντα -
Pwt 33,27
LXX · N.GPM
καὶ σκέπασις θεοῦ ἀρχῆς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων ἀπόλοιο -
Sdz 15,14
LXX · N.DPM
καὶ ἦλθον ἕως σιαγόνος καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα κυρίου καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ὃ ἐξεκαύθη ἐν πυρί καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ -
Sdz 16,12
LXX · N.GPM
καὶ ἔλαβεν Δαλιδα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμιείου καὶ εἶπεν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡς σπαρτίον -
2 Sm 1,10
LXX · N.GSM
καὶ ἐπέστην ἐπ᾿ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε -
2 Sm 22,35
LXX · N.DSM
διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου -
2 Krl 9,24
LXX · N.GPM
καὶ ἔπλησεν Ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ καὶ ἐξῆλθεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ -
2 Krl 17,36
LXX · N.DSM
ὅτι ἀλλ᾿ ἢ τῷ κυρίῳ ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ αὐτὸν φοβηθήσεσθε καὶ αὐτῷ προσκυνήσετε καὶ αὐτῷ θύσετε -
2 Krn 6,32
LXX · N.ASM
καὶ πᾶς ἀλλότριος ὃς οὐκ ἐκ τοῦ λαοῦ σου Ισραηλ ἐστὶν αὐτὸς καὶ ἔλθῃ ἐκ γῆς μακρόθεν διὰ τὸ ὄνομά σου τὸ μέγα καὶ τὴν χεῖρά σου τὴν κραταιὰν καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ ἔλθωσιν καὶ προσεύξωνται εἰς τὸν τόπον τοῦτον -
2 Krn 32,8
LXX · N.NPM
μετ᾿ αὐτοῦ βραχίονες σάρκινοι μεθ᾿ ἡμῶν δὲ κύριος ὁ θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Εζεκιου βασιλέως Ιουδα -
Jdt 9,7
LXX · N.DSM
ἰδοὺ γὰρ Ἀσσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτῶν ὑψώθησαν ἐφ᾿ ἵππῳ καὶ ἀναβάτῃ ἐγαυρίασαν ἐν βραχίονι πεζῶν ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαίσῳ καὶ τόξῳ καὶ σφενδόνῃ καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἶ κύριος συντρίβων πολέμους -
2 Mch 15,24
LXX · N.GSM
μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν -
Hi 26,2
LXX · N.NSM
τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν -
Hi 31,22
LXX · N.NSM
ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη -
Hi 35,9
LXX · N.GSM
ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται βοήσονται ἀπὸ βραχίονος πολλῶν -
Hi 38,15
LXX · N.ASM
ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς βραχίονα δὲ ὑπερηφάνων συνέτριψας -
Hi 40,9
LXX · N.NSM
ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου ἢ φωνῇ κατ᾿ αὐτὸν βροντᾷς -
Ps 10,15
LXX · N.ASM
σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ καὶ οὐ μὴ εὑρεθῇ δι᾿ αὐτήν -
Ps 18,35
LXX · N.APM
διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)