Ἄλκιμος — 10 wystąpień
1 Mch 82 Mch 2
-
1 Mch 7,5
LXX · N.NSM
καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ισραηλ καὶ Ἄλκιμος ἡγεῖτο αὐτῶν βουλόμενος ἱερατεύειν -
1 Mch 7,21
LXX · N.NSM
καὶ ἠγωνίσατο Ἄλκιμος περὶ τῆς ἀρχιερωσύνης -
1 Mch 7,23
LXX · N.NSM
καὶ εἶδεν Ιουδας πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν Ἄλκιμος καὶ οἱ μετ᾿ αὐτοῦ ἐν υἱοῖς Ισραηλ ὑπὲρ τὰ ἔθνη -
1 Mch 7,25
LXX · N.NSM
ὡς δὲ εἶδεν Ἄλκιμος ὅτι ἐνίσχυσεν Ιουδας καὶ οἱ μετ᾿ αὐτοῦ καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά -
1 Mch 9,54
LXX · N.NSM
καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν -
1 Mch 9,55
LXX · N.NSM
ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ καὶ παρελύθη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ -
1 Mch 9,56
LXX · N.NSM
καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης -
1 Mch 9,57
LXX · N.NSM
καὶ εἶδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δύο -
2 Mch 14,3
LXX · N.NSM
Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις συννοήσας ὅτι καθ᾿ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος -
2 Mch 14,26
LXX · N.NSM
ὁ δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἧκεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ιουδαν αὐτοῦ διάδοχον ἀναδεῖξαι
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)