Ἀντιόχου — 11 wystąpień
1 Mch 62 Mch 5
-
1 Mch 1,10
LXX · N.GSM
καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἐπιφανὴς υἱὸς Ἀντιόχου τοῦ βασιλέως ὃς ἦν ὅμηρα ἐν Ῥώμῃ καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας Ἑλλήνων -
1 Mch 1,16
LXX · N.GSM
καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον Ἀντιόχου καὶ ὑπέλαβεν βασιλεῦσαι γῆς Αἰγύπτου ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας -
1 Mch 10,1
LXX · N.GSM
καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανὴς καὶ κατελάβετο Πτολεμαίδα καὶ ἐπεδέξαντο αὐτόν καὶ ἐβασίλευσεν ἐκεῖ -
1 Mch 12,16
LXX · N.GSM
ἐπελέξαμεν οὖν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσονος καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν πρότερον -
1 Mch 13,31
LXX · N.GSM
ὁ δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ Ἀντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου καὶ ἀπέκτεινεν αὐτὸν -
1 Mch 14,22
LXX · N.GSM
καὶ ἀνεγράψαμεν τὰ ὑπ᾿ αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσονος πρεσβευταὶ Ιουδαίων ἦλθον πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν -
2 Mch 4,7
LXX · N.GSM
μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ονιου τὴν ἀρχιερωσύνην -
2 Mch 5,5
LXX · N.GSM
γενομένης δὲ λαλιᾶς ψευδοῦς ὡς μετηλλαχότος Ἀντιόχου τὸν βίον παραλαβὼν ὁ Ἰάσων οὐκ ἐλάττους τῶν χιλίων αἰφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν τῶν δὲ ἐπὶ τῷ τείχει συνελασθέντων καὶ τέλος ἤδη καταλαμβανομένης τῆς πόλεως ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευσεν -
2 Mch 9,29
LXX · N.GSM
παρεκομίζετο δὲ τὸ σῶμα Φίλιππος ὁ σύντροφος αὐτοῦ ὃς καὶ διευλαβηθεὶς τὸν υἱὸν Ἀντιόχου πρὸς Πτολεμαῖον τὸν Φιλομήτορα εἰς Αἴγυπτον διεκομίσθη -
2 Mch 10,9
LXX · N.GSF
καὶ τὰ μὲν τῆς Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς τελευτῆς οὕτως εἶχεν -
2 Mch 13,4
LXX · N.GSM
ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρεν τὸν θυμὸν τοῦ Ἀντιόχου ἐπὶ τὸν ἀλιτήριον καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν προσέταξεν ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ προσαπολέσαι ἀγαγόντας εἰς Βέροιαν
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)