Ολοφέρνου — 21 wystąpień
Jdt 21
-
Jdt 5,22
LXX · N.GSM
καὶ ἐγένετο ὡς ἐπαύσατο Αχιωρ λαλῶν τοὺς λόγους τούτους καὶ ἐγόγγυσεν πᾶς ὁ λαὸς ὁ κυκλῶν τὴν σκηνὴν καὶ περιεστώς καὶ εἶπαν οἱ μεγιστᾶνες Ολοφέρνου καὶ πάντες οἱ κατοικοῦντες τὴν παραλίαν καὶ τὴν Μωαβ συγκόψαι αὐτόν -
Jdt 6,17
LXX · N.GSM
καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ῥήματα τῆς συνεδρίας Ολοφέρνου καὶ πάντα τὰ ῥήματα ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ασσουρ καὶ ὅσα ἐμεγαλορρημόνησεν Ολοφέρνης εἰς τὸν οἶκον Ισραηλ -
Jdt 7,16
LXX · N.GSM
καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ολοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ καὶ συνέταξε ποιεῖν καθὰ ἐλάλησαν -
Jdt 7,26
LXX · N.GSM
καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ολοφέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ -
Jdt 10,13
LXX · N.GSM
κἀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν τοῦ ἀπαγγεῖλαι ῥήματα ἀληθείας καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδὸν καθ᾿ ἣν πορεύσεται καὶ κυριεύσει πάσης τῆς ὀρεινῆς καὶ οὐ διαφωνήσει τῶν ἀνδρῶν αὐτοῦ σὰρξ μία οὐδὲ πνεῦμα ζωῆς -
Jdt 10,17
LXX · N.GSM
καὶ ἐπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατὸν καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ολοφέρνου -
Jdt 10,18
LXX · N.GSM
καὶ ἐγένετο συνδρομὴ ἐν πάσῃ τῇ παρεμβολῇ διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτῆς καὶ ἐλθόντες ἐκύκλουν αὐτήν ὡς εἱστήκει ἔξω τῆς σκηνῆς Ολοφέρνου ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς -
Jdt 11,20
LXX · N.GSM
καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ολοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν -
Jdt 12,5
LXX · N.GSM
καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ολοφέρνου εἰς τὴν σκηνήν καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν -
Jdt 12,13
LXX · N.GSM
καὶ ἐξῆλθεν Βαγώας ἀπὸ προσώπου Ολοφέρνου καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ εἶπεν μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ καὶ πίεσαι μεθ᾿ ἡμῶν εἰς εὐφροσύνην οἶνον καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ασσουρ αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονοσορ -
Jdt 12,15
LXX · N.GSM
καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ καὶ προσῆλθεν ἡ δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ολοφέρνου χαμαὶ τὰ κώδια ἃ ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ᾿ αὐτῶν -
Jdt 12,16
LXX · N.GSM
καὶ εἰσελθοῦσα ἀνέπεσεν Ιουδιθ καὶ ἐξέστη ἡ καρδία Ολοφέρνου ἐπ᾿ αὐτήν καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετ᾿ αὐτῆς καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀφ᾿ ἧς ἡμέρας εἶδεν αὐτήν -
Jdt 13,6
LXX · N.GSM
καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης ὃς ἦν πρὸς κεφαλῆς Ολοφέρνου καθεῖλεν τὸν ἀκινάκην αὐτοῦ ἀπ᾿ αὐτοῦ -
Jdt 13,9
LXX · N.GSM
καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς καὶ ἀφεῖλε τὸ κωνώπιον ἀπὸ τῶν στύλων καὶ μετ᾿ ὀλίγον ἐξῆλθεν καὶ παρέδωκεν τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν Ολοφέρνου -
Jdt 13,15
LXX · N.GSM
καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξεν καὶ εἶπεν αὐτοῖς ἰδοὺ ἡ κεφαλὴ Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως Ασσουρ καὶ ἰδοὺ τὸ κωνώπιον ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείας -
Jdt 14,3
LXX · N.GSM
καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ασσουρ καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν καὶ ἐπιπεσεῖται ἐπ᾿ αὐτοὺς φόβος καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν -
Jdt 14,6
LXX · N.GSM
καὶ ἐκάλεσαν τὸν Αχιωρ ἐκ τοῦ οἴκου Οζια ὡς δὲ ἦλθεν καὶ εἶδεν τὴν κεφαλὴν Ολοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ -
Jdt 14,11
LXX · N.GSM
ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ολοφέρνου ἐκ τοῦ τείχους καὶ ἀνέλαβεν πᾶς ἀνὴρ τὰ ὅπλα αὐτοῦ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους -
Jdt 14,13
LXX · N.GSM
καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ ἔγειρον δὴ τὸν κύριον ἡμῶν ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφ᾿ ἡμᾶς εἰς πόλεμον ἵνα ἐξολεθρευθῶσιν εἰς τέλος -
Jdt 15,11
LXX · N.GSM
καὶ ἐλαφύρευσεν πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ᾿ ἡμέρας τριάκοντα καὶ ἔδωκαν τῇ Ιουδιθ τὴν σκηνὴν Ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὁλκεῖα καὶ πάντα τὰ κατασκευάσματα αὐτοῦ καὶ λαβοῦσα αὐτὴ ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξεν τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ᾿ αὐτῶν -
Jdt 16,19
LXX · N.GSM
καὶ ἀνέθηκεν Ιουδιθ πάντα τὰ σκεύη Ολοφέρνου ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ καὶ τὸ κωνώπιον ὃ ἔλαβεν ἑαυτῇ ἐκ τοῦ κοιτῶνος αὐτοῦ εἰς ἀνάθημα τῷ θεῷ ἔδωκεν
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)