Νωεμιν — 23 wystąpień
Rt 23
-
Rt 1,2
LXX · N.NSF
καὶ ὄνομα τῷ ἀνδρὶ Αβιμελεχ καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νωεμιν καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλων καὶ Χελαιων Εφραθαῖοι ἐκ Βαιθλεεμ τῆς Ιουδα καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωαβ καὶ ἦσαν ἐκεῖ -
Rt 1,3
LXX · N.GSF
καὶ ἀπέθανεν Αβιμελεχ ὁ ἀνὴρ τῆς Νωεμιν καὶ κατελείφθη αὐτὴ καὶ οἱ δύο υἱοὶ αὐτῆς -
Rt 1,8
LXX · N.NSF
καὶ εἶπεν Νωεμιν ταῖς νύμφαις αὐτῆς πορεύεσθε δὴ ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς ποιήσαι κύριος μεθ᾿ ὑμῶν ἔλεος καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετ᾿ ἐμοῦ -
Rt 1,11
LXX · N.NSF
καὶ εἶπεν Νωεμιν ἐπιστράφητε δή θυγατέρες μου καὶ ἵνα τί πορεύεσθε μετ᾿ ἐμοῦ μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας -
Rt 1,15
LXX · N.NSF
καὶ εἶπεν Νωεμιν πρὸς Ρουθ ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου -
Rt 1,18
LXX · N.NSF
ἰδοῦσα δὲ Νωεμιν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ᾿ αὐτῆς ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι -
Rt 1,19
LXX · N.NSF
ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλεεμ καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ᾿ αὐταῖς καὶ εἶπον αὕτη ἐστὶν Νωεμιν -
Rt 1,20
LXX · N.ASF
καὶ εἶπεν πρὸς αὐτάς μὴ δὴ καλεῖτέ με Νωεμιν καλέσατέ με Πικράν ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα -
Rt 1,21
LXX · N.ASF
ἐγὼ πλήρης ἐπορεύθην καὶ κενὴν ἀπέστρεψέν με ὁ κύριος καὶ ἵνα τί καλεῖτέ με Νωεμιν καὶ κύριος ἐταπείνωσέν με καὶ ὁ ἱκανὸς ἐκάκωσέν με -
Rt 1,22
LXX · N.NSF
καὶ ἐπέστρεψεν Νωεμιν καὶ Ρουθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσα ἐξ ἀγροῦ Μωαβ αὐταὶ δὲ παρεγενήθησαν εἰς Βαιθλεεμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν -
Rt 2,1
LXX · N.DSF
καὶ τῇ Νωεμιν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύι ἐκ τῆς συγγενείας Αβιμελεχ καὶ ὄνομα αὐτῷ Βοος -
Rt 2,2
LXX · N.ASF
καὶ εἶπεν Ρουθ ἡ Μωαβῖτις πρὸς Νωεμιν πορευθῶ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοῖς στάχυσιν κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ εἶπεν δὲ αὐτῇ πορεύου θύγατερ -
Rt 2,6
LXX · N.GSF
καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὸς ἐπὶ τοὺς θερίζοντας καὶ εἶπεν ἡ παῖς ἡ Μωαβῖτίς ἐστιν ἡ ἀποστραφεῖσα μετὰ Νωεμιν ἐξ ἀγροῦ Μωαβ -
Rt 2,20
LXX · N.NSF
καὶ εἶπεν Νωεμιν τῇ νύμφῃ αὐτῆς εὐλογητός ἐστιν τῷ κυρίῳ ὅτι οὐκ ἐγκατέλιπεν τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων καὶ εἶπεν αὐτῇ Νωεμιν ἐγγίζει ἡμῖν ὁ ἀνὴρ ἐκ τῶν ἀγχιστευόντων ἡμᾶς ἐστιν -
Rt 2,20
LXX · N.NSF
καὶ εἶπεν Νωεμιν τῇ νύμφῃ αὐτῆς εὐλογητός ἐστιν τῷ κυρίῳ ὅτι οὐκ ἐγκατέλιπεν τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων καὶ εἶπεν αὐτῇ Νωεμιν ἐγγίζει ἡμῖν ὁ ἀνὴρ ἐκ τῶν ἀγχιστευόντων ἡμᾶς ἐστιν -
Rt 2,22
LXX · N.NSF
καὶ εἶπεν Νωεμιν πρὸς Ρουθ τὴν νύμφην αὐτῆς ἀγαθόν θύγατερ ὅτι ἐπορεύθης μετὰ τῶν κορασίων αὐτοῦ καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ -
Rt 3,1
LXX · N.NSF
εἶπεν δὲ αὐτῇ Νωεμιν ἡ πενθερὰ αὐτῆς θύγατερ οὐ μὴ ζητήσω σοι ἀνάπαυσιν ἵνα εὖ γένηταί σοι -
Rt 4,3
LXX · N.DSF
καὶ εἶπεν Βοος τῷ ἀγχιστεῖ τὴν μερίδα τοῦ ἀγροῦ ἥ ἐστιν τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Αβιμελεχ ἣ δέδοται Νωεμιν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωαβ -
Rt 4,5
LXX · N.GSM
καὶ εἶπεν Βοος ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμιν καὶ παρὰ Ρουθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ -
Rt 4,9
LXX · N.GSF
καὶ εἶπεν Βοος τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ μάρτυρες ὑμεῖς σήμερον ὅτι κέκτημαι πάντα τὰ τοῦ Αβιμελεχ καὶ πάντα ὅσα ὑπάρχει τῷ Χελαιων καὶ τῷ Μααλων ἐκ χειρὸς Νωεμιν -
Rt 4,14
LXX · N.ASF
καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμιν εὐλογητὸς κύριος ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ισραηλ -
Rt 4,16
LXX · N.NSF
καὶ ἔλαβεν Νωεμιν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν -
Rt 4,17
LXX · N.DSF
καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι ἐτέχθη υἱὸς τῇ Νωεμιν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ωβηδ οὗτος πατὴρ Ιεσσαι πατρὸς Δαυιδ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)