Μεμφιβοσθε — 29 wystąpień
2 Sm 29
-
2 Sm 3,7
LXX · N.NSM
καὶ τῷ Σαουλ παλλακὴ Ρεσφα θυγάτηρ Ιαλ καὶ εἶπεν Μεμφιβοσθε υἱὸς Σαουλ πρὸς Αβεννηρ τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου -
2 Sm 3,8
LXX · N.GSM
καὶ ἐθυμώθη σφόδρα Αβεννηρ περὶ τοῦ λόγου Μεμφιβοσθε καὶ εἶπεν Αβεννηρ πρὸς αὐτόν μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου Σαουλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυιδ καὶ ἐπιζητεῖς ἐπ᾿ ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον -
2 Sm 3,11
LXX · N.NSM
καὶ οὐκ ἠδυνάσθη ἔτι Μεμφιβοσθε ἀποκριθῆναι τῷ Αβεννηρ ῥῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν -
2 Sm 3,14
LXX · N.ASM
καὶ ἐξαπέστειλεν Δαυιδ πρὸς Μεμφιβοσθε υἱὸν Σαουλ ἀγγέλους λέγων ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχολ ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων -
2 Sm 3,15
LXX · N.NSM
καὶ ἀπέστειλεν Μεμφιβοσθε καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς παρὰ Φαλτιηλ υἱοῦ Σελλης -
2 Sm 4,1
LXX · N.NSM
καὶ ἤκουσεν Μεμφιβοσθε υἱὸς Σαουλ ὅτι τέθνηκεν Αβεννηρ ἐν Χεβρων καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ καὶ πάντες οἱ ἄνδρες Ισραηλ παρείθησαν -
2 Sm 4,2
LXX · N.DSM
καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Μεμφιβοσθε υἱῷ Σαουλ ὄνομα τῷ ἑνὶ Βαανα καὶ ὄνομα τῷ δευτέρῳ Ρηχαβ υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμιν ὅτι Βηρωθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμιν -
2 Sm 4,4
LXX · N.NSM
καὶ τῷ Ιωναθαν υἱῷ Σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαουλ καὶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ιεζραελ καὶ ἦρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὴν καὶ ἀναχωρεῖν καὶ ἔπεσεν καὶ ἐχωλάνθη καὶ ὄνομα αὐτῷ Μεμφιβοσθε -
2 Sm 4,5
LXX · N.GSM
καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου Ρεκχα καὶ Βαανα καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβοσθε καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας -
2 Sm 4,7
LXX · N.NSM
καὶ εἰσῆλθον εἰς τὸν οἶκον καὶ Μεμφιβοσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν καὶ ἀφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα -
2 Sm 4,8
LXX · N.GSM
καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβοσθε τῷ Δαυιδ εἰς Χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα ἰδοὺ ἡ κεφαλὴ Μεμφιβοσθε υἱοῦ Σαουλ τοῦ ἐχθροῦ σου ὃς ἐζήτει τὴν ψυχήν σου καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη ἐκ Σαουλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ -
2 Sm 4,8
LXX · N.GSM
καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβοσθε τῷ Δαυιδ εἰς Χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα ἰδοὺ ἡ κεφαλὴ Μεμφιβοσθε υἱοῦ Σαουλ τοῦ ἐχθροῦ σου ὃς ἐζήτει τὴν ψυχήν σου καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη ἐκ Σαουλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ -
2 Sm 4,12
LXX · N.GSM
καὶ ἐνετείλατο Δαυιδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρων καὶ τὴν κεφαλὴν Μεμφιβοσθε ἔθαψαν ἐν τῷ τάφῳ Αβεννηρ υἱοῦ Νηρ -
2 Sm 9,6
LXX · N.NSM
καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμφιβοσθε καὶ εἶπεν ἰδοὺ ὁ δοῦλός σου -
2 Sm 9,6
LXX · N.ASM
καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμφιβοσθε καὶ εἶπεν ἰδοὺ ὁ δοῦλός σου -
2 Sm 9,8
LXX · N.NSM
καὶ προσεκύνησεν Μεμφιβοσθε καὶ εἶπεν τίς εἰμι ὁ δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί -
2 Sm 9,10
LXX · N.NSM
καὶ ἐργᾷ αὐτῷ τὴν γῆν σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται αὐτούς καὶ Μεμφιβοσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου καὶ τῷ Σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι -
2 Sm 9,11
LXX · N.NSM
καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ οὕτως ποιήσει ὁ δοῦλός σου καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως -
2 Sm 9,12
LXX · N.DSM
καὶ τῷ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ Μεμφιβοσθε -
2 Sm 9,12
LXX · N.GSM
καὶ τῷ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ Μεμφιβοσθε -
2 Sm 9,13
LXX · N.NSM
καὶ Μεμφιβοσθε κατῴκει ἐν Ιερουσαλημ ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ -
2 Sm 16,1
LXX · N.GSM
καὶ Δαυιδ παρῆλθεν βραχύ τι ἀπὸ τῆς Ροως καὶ ἰδοὺ Σιβα τὸ παιδάριον Μεμφιβοσθε εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων καὶ ἐπ᾿ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ Νεβελ οἴνου -
2 Sm 16,4
LXX · N.DSM
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβα ιδοὺ σοὶ πάντα ὅσα ἐστὶν τῷ Μεμφιβοσθε καὶ εἶπεν Σιβα προσκυνήσας εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου βασιλεῦ -
2 Sm 19,25
LXX · N.NSM
καὶ Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας ἧς ἀπῆλθεν ὁ βασιλεύς ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ -
2 Sm 19,26
LXX · N.VSM
καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ιερουσαλημ εἰς ἀπάντησιν τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς τί ὅτι οὐκ ἐπορεύθης μετ᾿ ἐμοῦ Μεμφιβοσθε -
2 Sm 19,27
LXX · N.NSM
καὶ εἶπεν πρὸς αὐτὸν Μεμφιβοσθε κύριέ μου βασιλεῦ ὁ δοῦλός μου παρελογίσατό με ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ᾿ αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως ὅτι χωλὸς ὁ δοῦλός σου -
2 Sm 19,31
LXX · N.NSM
καὶ εἶπεν Μεμφιβοσθε πρὸς τὸν βασιλέα καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ -
2 Sm 21,7
LXX · N.ASM
καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθε υἱὸν Ιωναθαν υἱοῦ Σαουλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν ἀνὰ μέσον Δαυιδ καὶ ἀνὰ μέσον Ιωναθαν υἱοῦ Σαουλ -
2 Sm 21,8
LXX · N.ASM
καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφα θυγατρὸς Αια οὓς ἔτεκεν τῷ Σαουλ τὸν Ερμωνι καὶ τὸν Μεμφιβοσθε καὶ τοὺς πέντε υἱοὺς Μιχολ θυγατρὸς Σαουλ οὓς ἔτεκεν τῷ Εσριηλ υἱῷ Βερζελλι τῷ Μοουλαθι
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)