Μασσηφαθ — 9 wystąpień
1 Sm 72 Krl 2
-
1 Sm 7,5
LXX · N.ASF
καὶ εἶπεν Σαμουηλ ἀθροίσατε πάντα Ισραηλ εἰς Μασσηφαθ καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς κύριον -
1 Sm 7,6
LXX · N.ASF
καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν ἡμαρτήκαμεν ἐνώπιον κυρίου καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηφαθ -
1 Sm 7,6
LXX · N.ASF
καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν ἡμαρτήκαμεν ἐνώπιον κυρίου καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηφαθ -
1 Sm 7,7
LXX · N.ASF
καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφαθ καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ισραηλ καὶ ἀκούουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων -
1 Sm 7,11
LXX · N.GSF
καὶ ἐξῆλθαν ἄνδρες Ισραηλ ἐκ Μασσηφαθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχορ -
1 Sm 7,12
LXX · N.GSF
καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αβενεζερ λίθος τοῦ βοηθοῦ καὶ εἶπεν ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν κύριος -
1 Sm 7,16
LXX · N.ASF
καὶ ἐπορεύετο κατ᾿ ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηφαθ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις -
2 Krl 25,23
LXX · N.ASF
καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολιαν καὶ ἦλθον πρὸς Γοδολιαν εἰς Μασσηφαθ καὶ Ισμαηλ υἱὸς Ναθανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θανεμαθ ὁ Νετωφαθίτης καὶ Ιεζονιας υἱὸς τοῦ Μαχαθι αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν -
2 Krl 25,25
LXX · N.ASF
καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν Ισμαηλ υἱὸς Ναθανιου υἱοῦ Ελισαμα ἐκ τοῦ σπέρματος τῶν βασιλέων καὶ δέκα ἄνδρες μετ᾿ αὐτοῦ καὶ ἐπάταξεν τὸν Γοδολιαν καὶ ἀπέθανεν καὶ τοὺς Ιουδαίους καὶ τοὺς Χαλδαίους οἳ ἦσαν μετ᾿ αὐτοῦ εἰς Μασσηφαθ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)