Ευαίου — 6 wystąpień
Rdz 2Sdz 12 Sm 11 Krl 12 Krn 1
-
Rdz 26,34
LXX · N.GSM
ἦν δὲ Ησαυ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβεν γυναῖκα Ιουδιν τὴν θυγατέρα Βεηρ τοῦ Χετταίου καὶ τὴν Βασεμμαθ θυγατέρα Αιλων τοῦ Ευαίου -
Rdz 36,2
LXX · N.GSM
Ησαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων τὴν Αδα θυγατέρα Αιλων τοῦ Χετταίου καὶ τὴν Ελιβεμα θυγατέρα Ανα τοῦ υἱοῦ Σεβεγων τοῦ Ευαίου -
Sdz 3,5
LXX · N.GSM
καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου -
2 Sm 24,7
LXX · N.GSM
καὶ ἦλθαν εἰς Μαψαρ Τύρου καὶ πάσας τὰς πόλεις τοῦ Ευαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον Ιουδα εἰς Βηρσαβεε -
1 Krl 10,22
LXX · N.GSM
ὅτι ναῦς Θαρσις τῷ βασιλεῖ ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιραμ μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ Θαρσις χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμων οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος Ιερουσαλημ καὶ τὴν ἄκραν τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυιδ καὶ τὴν Ασσουρ καὶ τὴν Μαγδαν καὶ τὴν Γαζερ καὶ τὴν Βαιθωρων τὴν ἀνωτέρω καὶ τὴν Ιεθερμαθ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμων ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν πάσῃ τῇ γῇ τοῦ μὴ κατάρξαι αὐτοῦ πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου καὶ τοῦ Γεργεσαίου τῶν μὴ ἐκ τῶν υἱῶν Ισραηλ ὄντων τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ᾿ αὐτοὺς ἐν τῇ γῇ οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ισραηλ ἐξολεθρεῦσαι αὐτούς καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκε Σαλωμων εἰς πρᾶγμα ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ -
2 Krn 8,7
LXX · N.GSM
πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου οἳ οὔκ εἰσιν ἐκ τοῦ Ισραηλ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)