Γοθονιηλ — 9 wystąpień
Joz 1Sdz 41 Krn 3Jdt 1
-
Joz 15,17
LXX · N.NS
καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν Αχσαν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα -
Sdz 1,13
LXX · N.NSM
καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφοῦ Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ Χαλεβ τὴν Ασχα θυγατέρα αὐτοῦ εἰς γυναῖκα -
Sdz 1,14
LXX · N.NSM
καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν Γοθονιηλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν καὶ ἐγόγγυζεν καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου εἰς γῆν νότου ἐκδέδοσαί με καὶ εἶπεν αὐτῇ Χαλεβ τί ἐστίν σοι -
Sdz 3,9
LXX · N.ASM
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ καὶ ἔσωσεν αὐτούς τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφοῦ Χαλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν -
Sdz 3,11
LXX · N.NSM
καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ -
1 Krn 4,13
LXX · N.NSM
καὶ υἱοὶ Κενεζ Γοθονιηλ καὶ Σαραια καὶ υἱοὶ Γοθονιηλ Αθαθ -
1 Krn 4,13
LXX · N.GSM
καὶ υἱοὶ Κενεζ Γοθονιηλ καὶ Σαραια καὶ υἱοὶ Γοθονιηλ Αθαθ -
1 Krn 27,15
LXX · N.DSM
ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδαι ὁ Νετωφατι τῷ Γοθονιηλ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες -
Jdt 6,15
LXX · N.GSM
οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις Οζιας ὁ τοῦ Μιχα ἐκ τῆς φυλῆς Συμεων καὶ Χαβρις ὁ τοῦ Γοθονιηλ καὶ Χαρμις υἱὸς Μελχιηλ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)