Βοχορι — 8 wystąpień
2 Sm 8
-
2 Sm 20,1
LXX · N.GSM
καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ Σαβεε υἱὸς Βοχορι ἀνὴρ ὁ Ιεμενι καὶ ἐσάλπισεν ἐν τῇ κερατίνῃ καὶ εἶπεν οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυιδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ιεσσαι ἀνὴρ εἰς τὰ σκηνώματά σου Ισραηλ -
2 Sm 20,2
LXX · N.GSM
καὶ ἀνέβη πᾶς ἀνὴρ Ισραηλ ἀπὸ ὄπισθεν Δαυιδ ὀπίσω Σαβεε υἱοῦ Βοχορι καὶ ἀνὴρ Ιουδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ιορδάνου καὶ ἕως Ιερουσαλημ -
2 Sm 20,6
LXX · N.GSM
καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν -
2 Sm 20,7
LXX · N.GSM
καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ιωαβ καὶ ὁ Χερεθθι καὶ ὁ Φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ Ιερουσαλημ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι -
2 Sm 20,10
LXX · N.GSM
καὶ Αμεσσαϊ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ιωαβ καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ιωαβ εἰς τὴν ψόαν καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ καὶ ἀπέθανεν καὶ Ιωαβ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεε υἱοῦ Βοχορι -
2 Sm 20,13
LXX · N.GSM
ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου παρῆλθεν πᾶς ἀνὴρ Ισραηλ ὀπίσω Ιωαβ τοῦ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι -
2 Sm 20,21
LXX · N.GSM
οὐχ οὗτος ὁ λόγος ὅτι ἀνὴρ ἐξ ὄρους Εφραιμ Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτοῦ καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυιδ δότε αὐτόν μοι μόνον καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως καὶ εἶπεν ἡ γυνὴ πρὸς Ιωαβ ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους -
2 Sm 20,22
LXX · N.GSM
καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σαβεε υἱοῦ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ καὶ Ιωαβ ἀπέστρεψεν εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)