Αδωνιβεζεκ — 5 wystąpień
Joz 2Sdz 3
-
Joz 10,1
LXX · N.NS
ὡς δὲ ἤκουσεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαι καὶ ἐξωλέθρευσεν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς οὕτως ἐποίησαν τὴν Γαι καὶ τὸν βασιλέα αὐτῆς καὶ ὅτι αὐτομόλησαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν καὶ πρὸς Ισραηλ -
Joz 10,3
LXX · N.NS
καὶ ἀπέστειλεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ πρὸς Αιλαμ βασιλέα Χεβρων καὶ πρὸς Φιδων βασιλέα Ιεριμουθ καὶ πρὸς Ιεφθα βασιλέα Λαχις καὶ πρὸς Δαβιρ βασιλέα Οδολλαμ λέγων -
Sdz 1,5
LXX · N.ASM
καὶ κατέλαβον τὸν Αδωνιβεζεκ ἐν τῇ Βεζεκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον -
Sdz 1,6
LXX · N.NSM
καὶ ἔφυγεν Αδωνιβεζεκ καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ κατελάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ -
Sdz 1,7
LXX · N.NSM
καὶ εἶπεν Αδωνιβεζεκ ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου καθὼς οὖν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι ὁ θεός καὶ ἄγουσιν αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν ἐκεῖ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)